Nations Bible

Marcos 4

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ ⸂συνήχθη⸃ πρὸς αὐτὸν ὄχλος ⸂ 2πολύς,⸃ ὥστε αὐτὸν ⸂ 3ἐμβάντα εἰς τὸ πλοῖον⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸂ 4ἦν.⸃ 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων ⸋τοῦ⸌ σπεῖραι· 4καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ ⸆ καὶ κατέφαγεν αὐτό. 5⸂Ἄλλο δὲ⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ⸆ ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ ⸂ 2εὐθέως⸃ ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6⸂ἡλίου δὲ ἀνατείλαντος⸃ ⸂ 2ἐκαυματίσθη,⸃ καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8Καὶ ⸂ἄλλο⸃ ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸂ 2αὐξάνοντα,⸃ καὶ ἔφερεν ⸂ 3ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν⸃ ἑκατόν. 9Καὶ ἔλεγεν, ⸆ ⸂Ὁ ἔχων⸃ ὦτα ἀκούειν ἀκουέτω.

10⸂Ὅτε δὲ⸃ ἐγένετο καταμόνας, ⸂ 2ἠρώτησαν⸃ αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂ 3τὴν παραβολήν.⸃ 11Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν ⸂δέδοται γνῶναι τὸ μυστήριον⸃ τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται· 12ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς ⸋τὰ ἁμαρτήματα.⸌ 13Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14Ὁ σπείρων τὸν λόγον σπείρει. 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, ⸂εὐθέως⸃ ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂ 2ἐν ταῖς καρδίαις αὐτῶν.⸃ 16Καὶ οὗτοί εἰσιν ⸋ὁμοίως⸌ οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, ⸂εὐθέως⸃ μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, ⸂εὐθέως⸃ σκανδαλίζονται. 18Καὶ ⸂οὗτοί⸃ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, ⸆ οἱ τὸν λόγον ⸂ 2ἀκούοντες,⸃ 19καὶ αἱ μέριμναι τοῦ ⸂αἰῶνος⸃ ⸋τούτου,⸌ καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20Καὶ ⸂οὗτοί⸃ εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.

21Καὶ ἔλεγεν αὐτοῖς, ⸆ Μήτι ⸉ὁ λύχνος ἔρχεται⸊ ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸂ἐπιτεθῇ;⸃ 22Οὐ γάρ ἐστίν ⸋τι⸌ κρυπτόν, ⸋ 2ὃ⸌ ἐὰν μὴ ⸆ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα ⸉εἰς φανερὸν ἔλθῃ.⸊ 23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε ⸂μετρηθήσεται⸃ ὑμῖν, καὶ προστεθήσεται ὑμῖν ⸋τοῖς ἀκούουσιν.⸌ 25Ὃς γὰρ ⸂ἂν ἔχῃ,⸃ δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ⸂ 2ὃ⸃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

26Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ⸋ἐὰν⸌ ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28Αὐτομάτη ⸋γὰρ⸌ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη ⸂σῖτον⸃ ἐν τῷ στάχυϊ. 29Ὅταν δὲ παραδῷ ὁ καρπός, ⸂εὐθέως⸃ ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

30Καὶ ἔλεγεν, ⸂Τίνι ὁμοιώσωμεν⸃ τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ⸂ 2ποίᾳ⸃ ⸂ 3παραβολῇ παραβάλωμεν αὐτήν;⸃ 31Ὡς ⸂κόκκον⸃ σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂ 2μικρότερος⸃ πάντων τῶν σπερμάτων ⸂ 3ἐστὶν⸃ τῶν ἐπὶ τῆς γῆς· 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται ⸂πάντων τῶν λαχάνων μείζων,⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς ⸂μαθηταῖς αὐτοῦ⸃ ἐπέλυεν πάντα.

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα ⸋δὲ⸌ ⸂πλοιάρια⸃ ἦν μετ᾽ αὐτοῦ. 37Καὶ γίνεται λαῖλαψ ⸉ἀνέμου μεγάλη·⸊ ⸂τὰ δὲ⸃ κύματα ⸂ 2ἐπέβαλλεν⸃ εἰς τὸ πλοῖον, ὥστε ⸂ 3αὐτὸ ἤδη γεμίζεσθαι.⸃ 38Καὶ ⸉ἦν αὐτὸς⸊ ⸂ἐπὶ⸃ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸂ 2διεγείρουσιν⸃ αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40Καὶ εἶπεν αὐτοῖς, ⸂Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;⸃ 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸂ὑπακούουσιν⸃ αὐτῷ;

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Parábolas del reino junto al mar

  • Marcos 4 comienza con Jesús enseñando a una gran multitud desde una barca en el mar y termina con una violenta tormenta de viento sobre esas aguas. Una cronología del episodio fecha estas parábolas junto al mar y el milagro en un solo día del año 28 d. C.Fuentes: el propio texto bíblico · Seaside Parables and Miracle
  • Al explicar lo del sembrador, Jesús dice que Satanás viene y quita la palabra sembrada junto al camino. El nombre Satanás significa adversario o acusador y, en el Nuevo Testamento, se usa de manera intercambiable con el diablo más de treinta veces.Fuentes: el propio texto bíblico · Satan
  • Jesús dice que el reino de Dios es como la semilla que brota y crece mientras el sembrador duerme y despierta, aunque no sabe cómo: la tierra produce la cosecha por sí sola, primero el tallo, luego la espiga y después el grano que madura. También lo compara con un grano de mostaza, la más pequeña de todas las semillas sembradas en la tierra, que llega a ser la mayor de todas las plantas del huerto, con las aves anidando a su sombra. No les decía nada a las multitudes sin una parábola, pero en privado se lo explicaba todo a sus propios discípulos.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.