Nations Bible

Marcos 3

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ εἰσῆλθεν πάλιν εἰς ⸋τὴν⸌ συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸂κατηγορήσωσιν⸃ αὐτοῦ. 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,⸃ ⸂ 2Ἔγειραι⸃ εἰς τὸ μέσον. 4Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ⸂ἀγαθοποιῆσαι,⸃ ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά ⸋σου.⸌ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ⸋ 2ὑγιὴς ὡς ἡ ἄλλη.⸌ 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸂εὐθέως⸃ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸂ 2ἐποίουν⸃ κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 7Καὶ ὁ Ἰησοῦς ⸉ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ⸊ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸂ἠκολούθησαν⸃ ⸋αὐτῷ,⸌ καὶ ἀπὸ τῆς Ἰουδαίας, 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, ⸂καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα,⸃ πλῆθος πολύ, ⸂ 2ἀκούσαντες⸃ ὅσα ⸂ 3ἐποίει,⸃ ἦλθον πρὸς αὐτόν. 9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρει, προσέπιπτεν⸃ αὐτῷ, καὶ ⸂ 2ἔκραζεν,⸃ ⸂ 3λέγοντα⸃ ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸉φανερὸν αὐτὸν⸊ ⸂ποιήσωσιν.⸃

13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. 14Καὶ ἐποίησεν δώδεκα, ⸆ ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, 15καὶ ἔχειν ἐξουσίαν ⸋θεραπεύειν τὰς νόσους, καὶ⸌ ἐκβάλλειν τὰ δαιμόνια· 16⸆ καὶ ἐπέθηκεν ⸉τῷ Σίμωνι ὄνομα⸊ Πέτρον· 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ⸂ὀνόματα⸃ Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, 19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.

Καὶ ⸂ἔρχονται⸃ εἰς οἶκον· 20καὶ συνέρχεται πάλιν ⸆ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸂μήτε⸃ ἄρτον φαγεῖν. 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ ⸂δύναται⸃ ⸂ 2σταθῆναι ἡ οἰκία ἐκείνη.⸃ 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ⸂μεμέρισται,⸃ οὐ δύναται ⸂ 2σταθῆναι,⸃ ἀλλὰ τέλος ἔχει. 27⸆ ⸂Οὐδεὶς δύναται⸃ ⸉τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν⸊ αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸂ 2διαρπάσῃ.⸃ 28Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται ⸉τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,⸊ καὶ ⸆ βλασφημίαι ⸂ὅσας ἂν⸃ βλασφημήσωσιν· 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου ⸂κρίσεως.⸃ 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.

31⸂Ἔρχονται οὖν⸃ ⸂ 2οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,⸃ καὶ ἔξω ⸂ 3ἑστῶτες⸃ ἀπέστειλαν πρὸς αὐτόν, ⸂ 4φωνοῦντες⸃ αὐτόν. 32Καὶ ἐκάθητο ⸉ὄχλος περὶ αὐτόν·⸊ ⸂εἶπον δὲ⸃ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ⸋καὶ αἱ ἀδελφαί σου⸌ ἔξω ζητοῦσίν σε. 33Καὶ ⸂ἀπεκρίθη αὐτοῖς λέγων,⸃ Τίς ἐστιν ἡ μήτηρ μου ⸂ 2ἢ⸃ οἱ ἀδελφοί ⸋μου;⸌ 34Καὶ περιβλεψάμενος ⸉κύκλῳ τοὺς περὶ αὐτὸν⸊ καθημένους, λέγει, ⸂Ἴδε,⸃ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35Ὃς ⸋γὰρ⸌ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή ⸋ 2μου⸌ καὶ μήτηρ ⸆ ἐστίν.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Multitudes, los Doce y la acusación de Satanás

  • Varios de los hombres que Jesús designó como los doce habían sido pescadores en Galilea. Simón, a quien llamó Pedro, y su hermano Andrés eran de Betsaida; Santiago y Juan, hijos de Zebedeo, pescaban en sociedad con Pedro. Jesús llamó a esos hermanos Boanerges, “Hijos del Trueno”; el Diccionario Bíblico de Easton (1897) dice que probablemente recibieron ese nombre por su audacia y su energía.Fuentes: Simon Peter · Andrew · James (Son of Zebedee) · el propio texto bíblico
  • La gente se agolpaba desde Galilea, Judea, Jerusalén, Idumea, el otro lado del Jordán y la región de Tiro y Sidón, porque había oído lo que Jesús hacía. Tiro y Sidón eran antiguas ciudades fenicias del Mediterráneo; Sidón estaba a unas veinticinco millas al norte de Tiro. Bajo los romanos, Judea era la más meridional de las tres divisiones de Palestina, distinta de Galilea.Fuentes: el propio texto bíblico · Tyre · Sidon · Judea
  • Unos escribas que habían bajado de Jerusalén decían que Jesús estaba poseído por Beelzebul y que expulsaba demonios por el príncipe de los demonios. Él respondió preguntando cómo Satanás puede expulsar a Satanás. Satanás significa “adversario” o “acusador”; en el Nuevo Testamento el nombre se usa de manera intercambiable con el diablo, y el Diccionario Bíblico de Easton (1897) también lo llama Beelzebub.Fuentes: el propio texto bíblico · Satan

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Galilee · 32.760, 35.527 · versículo 7
  • Judea · Hoy: Judea 1 · 31.777, 35.234 · versículo 7
  • Idumea · 31.525, 35.102 · versículo 8
  • Jerusalem · 31.777, 35.234 · versículos 8, 22
  • Jordan · Hoy: Jordan River · 31.761, 35.558 · versículo 8
  • Sidon · Hoy: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · versículo 8
  • Tyre · 33.271, 35.196 · versículo 8

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.