Marcos 5
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν ⸂Γαδαρηνῶν.⸃ 2Καὶ ⸂ἐξελθόντι αὐτῷ⸃ ἐκ τοῦ πλοίου, ⸂ 2εὐθέως⸃ ⸂ 3ἀπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3ὃς τὴν ⸂κατοίκησιν⸃ εἶχεν ἐν τοῖς ⸂ 2μνήμασιν·⸃ καὶ ⸂ 3οὔτε⸃ ⸂ 4ἁλύσεσιν⸃ ⸆ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς ⸂αὐτὸν ἴσχυεν⸃ δαμάσαι· 5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ⸉ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν⸊ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6⸂Ἰδὼν δὲ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν ⸂ 2αὐτῷ,⸃ 7καὶ κράξας φωνῇ μεγάλῃ ⸂εἶπεν,⸃ Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9Καὶ ἐπηρώτα αὐτόν, Τί ⸉σοι ὄνομα;⸊ Καὶ ⸂ἀπεκρίθη, λέγων,⸃ ⸆ Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ ⸂αὐτοὺς⸃ ἀποστείλῃ ἔξω τῆς χώρας. 11Ἦν δὲ ἐκεῖ πρὸς ⸂τῷ ὄρει⸃ ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν αὐτὸν ⸋πάντες οἱ δαίμονες,⸌ λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13Καὶ ἐπέτρεψεν αὐτοῖς ⸋εὐθέως ὁ Ἰησοῦς.⸌ Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ⸋ 2ἦσαν δὲ⸌ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14⸂Οἱ δὲ⸃ βόσκοντες ⸂ 2τοὺς χοίρους⸃ ἔφυγον, καὶ ⸂ 3ἀνήγγειλαν⸃ εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ⸂ 4ἐξῆλθον⸃ ἰδεῖν τί ἐστιν τὸ γεγονός· 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ⸋καὶ⸌ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16⸂Διηγήσαντο δὲ⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18Καὶ ⸂ἐμβάντος⸃ αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ⸉ᾖ μετ᾽ αὐτοῦ.⸊ 19⸂Ὁ δὲ Ἰησοῦς⸃ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸂ 2ἀνάγγειλον⸃ αὐτοῖς ὅσα ⸂ 3σοι ὁ κύριος πεποίηκεν,⸃ καὶ ἠλέησέν σε. 20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22Καὶ ⸋ἰδού,⸌ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23καὶ ⸂παρεκάλει⸃ αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς ⸉αὐτῇ τὰς χεῖρας,⸊ ⸂ 2ὅπως⸃ σωθῇ καὶ ⸂ 3ζήσεται.⸃ 24Καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25Καὶ γυνή ⸋τις⸌ οὖσα ἐν ῥύσει αἵματος ⸉ἔτη δώδεκα,⸊ 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ ⸂αὐτῆς⸃ πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27ἀκούσασα ⸆ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28ἔλεγεν γὰρ ὅτι ⸂Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,⸃ σωθήσομαι. 29Καὶ ⸂εὐθέως⸃ ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30Καὶ ⸂εὐθέως⸃ ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων; 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ⸋ἐπ᾽⸌ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34Ὁ δὲ εἶπεν αὐτῇ, ⸂Θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36Ὁ δὲ Ἰησοῦς ⸋εὐθέως⸌ ⸂ἀκούσας⸃ τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. 37Καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂αὐτῷ⸃ συνακολουθῆσαι, εἰ μὴ ⸆ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38Καὶ ⸂ἔρχεται⸃ εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, ⸆ κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40Καὶ κατεγέλων αὐτοῦ. ⸂Ὁ⸃ δέ, ἐκβαλὼν ⸂ 2πάντας,⸃ παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ⸋ἀνακείμενον.⸌ 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ⸂ἔγειραι.⸃ 42Καὶ ⸂εὐθέως⸃ ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν ⸆ ἐκστάσει μεγάλῃ. 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

¿Sabías que…?
Restauración en las dos orillas del mar
- Marcos dice que desembarcaron en la región de los gerasenos, y el hombre liberado proclamó entonces por toda la Decápolis cuánto había hecho Jesús por él. La Decápolis era un distrito de diez ciudades al este y sureste del mar de Galilea, habitado sobre todo por griegos, y Gadara era una de ellas. Un encabezado de las fuentes también llama al episodio endemoniados gadarenos, un nombre de lugar distinto de los gerasenos de Marcos.Fuentes: el propio texto bíblico · Decapolis · Gadarene Demoniacs
- En la otra orilla, un jefe de la sinagoga llamado Jairo rogó a Jesús que fuera a ver a su hijita. El Easton's Bible Dictionary (1897) lo identifica como dirigente de la sinagoga de Cafarnaúm, cuya única hija Jesús devolvió a la vida. Marcos registra “Talitha koum”, explicado como “Niña, te digo: levántate”; el diccionario cita “Talitha cumi”, “Muchacha, levántate”, y dice que Jesús mandó darle de comer para fortalecerla y mostrar que no era un fantasma, sino que había vuelto a la vida ordinaria.Fuentes: el propio texto bíblico · Jairus
- Jesús permitió que solo Pedro, Santiago y Juan entraran con el padre y la madre de la niña. El Easton's Bible Dictionary (1897) describe a Santiago como pescador, hijo de Zebedeo y hermano mayor de Juan, socio de Pedro, y señala que estuvo presente cuando Jesús levantó a la hija de Jairo.Fuentes: el propio texto bíblico · James (Son of Zebedee)
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org