Marcos 2
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Καὶ ⸂εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη⸃ ὅτι ⸂ 2εἰς οἶκόν⸃ ἐστιν. 2Καὶ ⸋εὐθέως⸌ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3Καὶ ἔρχονται ⸉πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων. 4Καὶ μὴ δυνάμενοι ⸂προσεγγίσαι⸃ αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ⸂ 2ἐφ᾽ ᾧ⸃ ὁ παραλυτικὸς κατέκειτο. 5⸂Ἰδὼν δὲ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ⸂ 2ἀφέωνταί⸃ ⸋σοι⸌ ⸉αἱ ἁμαρτίαι σου.⸊ 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7⸂Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός; 8Καὶ ⸂εὐθέως⸃ ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως ⸋αὐτοὶ⸌ διαλογίζονται ἐν ἑαυτοῖς, ⸂ 2εἶπεν⸃ αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ⸂Ἀφέωνταί⸃ ⸂ 2σου⸃ αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ⸂ 3Ἔγειραι,⸃ καὶ ἆρόν ⸉σου τὸν κράββατον,⸊ καὶ περιπάτει; 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸉ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ— 11Σοὶ λέγω, ⸂ἔγειραι⸃ ⸋καὶ⸌ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12Καὶ ἠγέρθη ⸂εὐθέως, καὶ⸃ ἄρας τὸν κράββατον, ἐξῆλθεν ⸂ 2ἐναντίον⸃ πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι ⸉Οὐδέποτε οὕτως⸊ εἴδομεν.
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15Καὶ ⸂ἐγένετο⸃ ⸋ἐν τῷ⸌ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ⸂ 2ἠκολούθησαν⸃ αὐτῷ. 16Καὶ οἱ γραμματεῖς ⸂καὶ οἱ Φαρισαῖοι,⸃ ⸆ ⸂ 2ἰδόντες αὐτὸν ἐσθίοντα⸃ μετὰ τῶν ⸉τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ⸋Τί⸌ ὅτι μετὰ τῶν ⸂ 3τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ἐσθίει ⸋ 2καὶ πίνει;⸌ 17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, ⸆ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς ⸋εἰς μετάνοιαν.⸌
18Καὶ ἦσαν ⸂οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων⸃ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸆ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον ⸉μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείναις ταῖς ἡμέραις.⸃ 21⸋Καὶ⸌ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ⸂ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸆ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήσσει⸃ ὁ οἶνος ⸋ὁ νέος⸌ τοὺς ἀσκούς, ⸂ 2καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸋ 2βλητέον.⸌
23Καὶ ἐγένετο ⸂παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν⸃ διὰ τῶν σπορίμων, καὶ ⸉ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ⸊ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ⸋ἐν⸌ τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25Καὶ ⸋αὐτὸς⸌ ⸂ἔλεγεν⸃ αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 26⸋Πῶς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ⸆ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, ⸆ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

¿Sabías que…?
Perdón, un recaudador de impuestos y el sábado
- Cafarnaúm, la “ciudad de Nahúm”, era una ciudad de Galilea que no se menciona en el Antiguo Testamento. El diccionario bíblico de Easton (1897) dice que, después de que Jesús fue expulsado de Nazaret, se convirtió en “su propia ciudad”, lo que concuerda con el relato de Marcos de que la gente oyó que estaba en casa y llenó la casa hasta que no quedó lugar ni siquiera fuera de la puerta. Cuatro hombres entonces destaparon el techo, abrieron un hueco y bajaron a un paralítico en su camilla.Fuentes: Capernaum · el propio texto bíblico
- El hombre en el puesto de los impuestos era Leví, hijo de Alfeo, un recaudador de impuestos en Cafarnaúm. El diccionario bíblico de Easton (1897) dice que se le conocía como Leví y tomó el nombre de Mateo —un nombre judío común después del Exilio, que significa “don de Dios”— posiblemente en agradecido recuerdo de su llamamiento. El mismo día, según el diccionario, ofreció un gran banquete de despedida para Jesús y sus discípulos, y probablemente para muchos antiguos compañeros, la reunión que Marcos describe con recaudadores de impuestos y pecadores.Fuentes: Matthew · Alphaeus · el propio texto bíblico
- Cuestionado porque sus discípulos arrancaban espigas en sábado, Jesús habló de David entrando en la casa de Dios y comiendo los panes consagrados, lícitos solo para los sacerdotes, “durante el sumo sacerdocio de Abiatar”, y compartiéndolos con sus compañeros hambrientos. El diccionario bíblico de Easton (1897) identifica a Abiatar como hijo del sumo sacerdote Ahimelec, que escapó cuando su padre y los sacerdotes de Nob fueron muertos, se llevó el efod y se unió a David en la cueva de Adulam.Fuentes: Abiathar · el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org