Revelation 14
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Καὶ εἶδον, καὶ ἰδού, ⸋τὸ⸌ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ ⸋ 2ἀριθμὸς⸌ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι ⸋ 3τὸ ὄνομα αὐτοῦ καὶ⸌ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. 2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ⸂ἡ φωνὴ ἣν ἤκουσα⸃ ⸋ὡς⸌ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. 3Καὶ ᾄδουσιν ⸆ ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. 4⸂Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ⸂ 2ὑπάγῃ.⸃ Οὗτοι⸃ ⸋ὑπὸ Ἰησοῦ⸌ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ. 5Καὶ ⸉οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν⸊ ⸂ψεῦδος·⸃ ἄμωμοι ⸋γάρ⸌ εἰσιν. ⸆
6Καὶ εἶδον ⸆ ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, ⸂εὐαγγελίσαι⸃ ⸂ 2τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος⸃ καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, 7⸂λέγων⸃ ἐν φωνῇ μεγάλῃ, Φοβήθητε ⸂ 2τὸν κύριον,⸃ καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε ⸂ 3αὐτὸν τὸν ποιήσαντα⸃ ⸂ 4τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.⸃
8Καὶ ἄλλος ⸂δεύτερος ἄγγελος⸃ ἠκολούθησεν, λέγων, Ἔπεσεν ⸆ Βαβυλὼν ⸆ 2 ἡ μεγάλη, ⸆ 3 ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα ⸋τὰ⸌ ἔθνη.
9Καὶ ⸂ἄλλος ἄγγελος τρίτος⸃ ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις ⸉προσκυνεῖ τὸ θηρίον⸊ καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ⸂τῶν ἁγίων ἀγγέλων,⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου· 11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν ⸉εἰς αἰῶνας αἰώνων ἀναβαίνει·⸊ καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. 12⸂Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες⸃ ⸂ 2τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.⸃
13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, ⸆ Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι· ⸉λέγει Ναὶ⸊ τὸ πνεῦμα, ἵνα ⸂ἀναπαύσωνται⸃ ἐκ τῶν κόπων αὐτῶν· τὰ ⸂ 2δὲ⸃ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.
14Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην ⸂καθήμενον ὅμοιον⸃ ⸂ 2υἱῷ⸃ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν ⸉φωνῇ μεγάλῃ⸊ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι ἦλθεν ⸆ ἡ ὥρα ⸆ 2 θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ ⸂τὴν νεφέλην⸃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18Καὶ ἄλλος ἄγγελος ⸋ἐξῆλθεν⸌ ἐκ τοῦ θυσιαστηρίου, ⸆ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, ⸂καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ⸃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας ⸋ 2τῆς ἀμπέλου⸌ τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς ⸂τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.⸃ 20Καὶ ἐπατήθη ἡ ληνὸς ⸂ἔξωθεν⸃ τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Did you know?
The Lamb on Zion, Babylon's fall, and the harvest
- In this vision the Lamb stands on Mount Zion with 144,000 who have his name and his Father's name written on their foreheads. Mount Zion was the south-eastern hill of Jerusalem, one of the heights on which the city was built; it rose 105 feet above Mount Moriah and was surrounded by deep valleys on every side except the north. David took it from the Jebusites, built a citadel and a palace there, and it became known as the city of David.Sources: the Bible text itself · Mount Zion
- A second angel announces that Babylon the great has fallen, the one who made all the nations drink the wine of the passion of her immorality. Babylon is the Greek form of Babel; the Semitic name Babilu means “The Gate of God,” and in the Assyrian tablets it means “The city of the dispersion of the tribes.” The city stood on the Euphrates, about 200 miles above that river's junction with the Tigris.Sources: the Bible text itself · Babylon
- The chapter closes with two harvests. One like the Son of Man, with a golden crown and seated on a white cloud, swings a sharp sickle because the crop of the earth is ripe. Another angel gathers the ripe grapes from the vine of the earth and throws them into the great winepress of God's wrath, trodden outside the city.Sources: the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org