Nations Bible

Revelation 13

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Καὶ ⸂ἐστάθην⸃ ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον ⸉κέρατα δέκα καὶ κεφαλὰς ἑπτά,⸊ καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ⸂ 2ὀνόματα⸃ βλασφημίας. 2Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην. 3Καὶ ⸆ μίαν ⸋ἐκ⸌ τῶν κεφαλῶν αὐτοῦ ⸂ὡσεὶ⸃ ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ⸂ 2ἐθαύμασεν ὅλη ἡ γῆ⸃ ὀπίσω τοῦ θηρίου· 4καὶ προσεκύνησαν ⸂τῷ δράκοντι τῷ δεδωκότι⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν ⸂ 2τῷ θηρίῳ,⸃ λέγοντες, ⸂ 3Τίς ὅμοιος τῷ θηρίῳ; Καὶ τίς δυνατὸς⸃ πολεμῆσαι μετ᾽ αὐτοῦ; 5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ ⸂βλασφημίαν·⸃ καὶ ἐδόθη αὐτῷ ἐξουσία ⸋πόλεμον⸌ ποιῆσαι μῆνας τεσσαράκοντα ⸆ δύο. 6Καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς ⸂βλασφημίαν⸃ πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, ⸆ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7Καὶ ἐδόθη αὐτῷ ⸉ποιῆσαι πόλεμον⸊ μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν ⸋καὶ λαὸν⸌ καὶ γλῶσσαν καὶ ἔθνος. 8Καὶ προσκυνήσουσιν ⸂αὐτῷ⸃ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸂ 2ὧν⸃ οὐ γέγραπται ⸂ 3τὸ ὄνομα⸃ ⸆ ἐν ⸂ 4τῷ βιβλίῳ⸃ τῆς ζωῆς τοῦ ἀρνίου ⸋τοῦ⸌ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9Εἴ τις ἔχει οὖς, ἀκουσάτω. 10⸂Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει·⸃ ⸂ 2εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.⸃ Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ⸂ἐποίει⸃ τὴν γῆν καὶ τοὺς ⸉ἐν αὐτῇ κατοικοῦντας⸊ ἵνα ⸂ 2προσκυνήσωσιν⸃ τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13Καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ⸃ ⸂ 2ἐπὶ⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14Καὶ πλανᾷ ⸋τοὺς ἐμοὺς⸌ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ⸂ὃ εἶχεν⸃ τὴν πληγὴν ⸂ 2καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.⸃ 15Καὶ ἐδόθη ⸂αὐτῷ ⸉πνεῦμα δοῦναι⸊ τῇ εἰκόνι⸃ τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ⸆ ὅσοι ⸂ 2ἐὰν⸃ μὴ προσκυνήσωσιν ⸂ 3τῇ εἰκόνι⸃ τοῦ θηρίου, ⸆ 2 ἀποκτανθῶσιν. 16Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα ⸂δώσωσιν⸃ αὐτοῖς ⸂ 2χαράγματα⸃ ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ ⸂ 3τὸ μέτωπον⸃ αὐτῶν, 17καὶ ἵνα μή τις ⸂δύναται⸃ ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, ⸂ 2τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν⸃ τοῦ ὀνόματος αὐτοῦ. 18Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων ⸆ νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν, καὶ ὁ ἀριθμὸς αὐτοῦ ⸋ἐστὶν⸌ ⸂ἑξακόσια ἑξήκοντα ἕξ.⸃

Did you know?

Two Beasts, Worship, and the Number 666

  • The first beast rises out of the sea with seven heads and ten horns, with ten royal crowns on the horns and blasphemous names on the heads. It is like a leopard, with the feet of a bear and the mouth of a lion, and the dragon gives it his power, his throne, and great authority.Sources: the Bible text itself
  • One of the heads appears to be mortally wounded, but the mortal wound is healed, and the whole world marvels and follows the beast. People worship the dragon who gave the beast its authority, and they worship the beast; it is allowed to speak arrogant blasphemies and to act for forty-two months, to wage war against the saints and conquer them, and to hold authority over every tribe, people, tongue, and nation.Sources: the Bible text itself
  • A second beast rises from the earth with two horns like a lamb, but it speaks like a dragon and exercises all the authority of the first beast. Through great signs, even fire coming down from heaven, it deceives earth's inhabitants into making an image of the beast that was wounded by the sword and yet lived, and it requires all people, small and great, rich and poor, free and slave, to receive a mark on the right hand or the forehead so that no one can buy or sell without it. The chapter calls for wisdom to calculate the beast's number, the number of a man: 666.Sources: the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.