Mark 8
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Ἐν ἐκείναις ταῖς ἡμέραις, ⸂παμπόλλου⸃ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος ⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς ⸋ 2αὐτοῦ⸌ λέγει αὐτοῖς, 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη ⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂τινὲς γὰρ⸃ αὐτῶν ⸆ μακρόθεν ⸂ 2ἥκουσιν.⸃ 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, ⸆ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; 5Καὶ ⸂ἐπηρώτα⸃ αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά. 6Καὶ ⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, ⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα ⸂ 2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ. 7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸆ εἶπεν ⸂παραθεῖναι καὶ αὐτά.⸃ 8⸂Ἔφαγον δέ,⸃ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9Ἦσαν δὲ ⸋οἱ φαγόντες⸌ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ ⸂εὐθέως⸃ ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη ⸂σημεῖον ἐπιζητεῖ;⸃ Ἀμὴν λέγω ⸋ὑμῖν,⸌ εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13Καὶ ἀφεὶς αὐτούς, ⸉ἐμβὰς πάλιν⸊ ⸂εἰς πλοῖον,⸃ ἀπῆλθεν εἰς τὸ πέραν.
14Καὶ ἐπελάθοντο ⸆ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, ⸋λέγοντες⸌ ὅτι Ἄρτους οὐκ ⸂ἔχομεν.⸃ 17Καὶ γνοὺς ⸋ὁ Ἰησοῦς⸌ λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; ⸋ 2Ἔτι⸌ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸉πλήρεις κλασμάτων⸊ ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20Ὅτε ⸂δὲ⸃ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂ 2Οἱ δὲ⸃ ⸂ 3εἶπον,⸃ ⸆ Ἑπτά. 21Καὶ ⸂ἔλεγεν⸃ αὐτοῖς, ⸂ 2Πῶς οὐ⸃ συνίετε;
22Καὶ ⸂ἔρχεται⸃ εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ⸂ἐξήγαγεν⸃ αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι ⸂ 2βλέπει.⸃ 24Καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους ⸂ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.⸃ 25Εἶτα πάλιν ⸂ἐπέθηκεν⸃ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂ 2ἐποίησεν αὐτὸν ἀναβλέψαι.⸃ ⸂ 3Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν⸃ τηλαυγῶς ⸂ 4ἅπαντας.⸃ 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς ⸋τὸν⸌ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, ⸋ 2μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.⸌
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28⸂Οἱ δὲ ⸂ 2ἀπεκρίθησαν,⸃ Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ⸃ ⸂ 3ἕνα⸃ τῶν προφητῶν. 29Καὶ αὐτὸς ⸂λέγει αὐτοῖς,⸃ Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς ⸋δὲ⸌ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός. 30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ⸂ἀπὸ⸃ ⸂ 2τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων,⸃ καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος ⸉αὐτὸν ὁ Πέτρος⸊ ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν ⸋τῷ⸌ Πέτρῳ, ⸂λέγων,⸃ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, ⸂Ὅστις⸃ θέλει ὀπίσω μου ⸂ 2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35Ὃς γὰρ ⸂ἂν⸃ θέλῃ τὴν ⸂ 2ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ⸂ 3ἀπολέσῃ⸃ τὴν ἑαυτοῦ ψυχὴν⸃ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, ⸋οὗτος⸌ σώσει αὐτήν. 36Τί γὰρ ⸂ὠφελήσει⸃ ⸆ ἄνθρωπον, ⸂ 2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ ⸂ 3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ; 37⸂Ἢ τί⸃ ⸂ 2δώσει⸃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38Ὃς γὰρ ⸂ἐὰν⸃ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Did you know?
Seeing Who Jesus Is
- After about four thousand men had eaten and seven baskets of broken pieces had been picked up, Jesus got into the boat with his disciples and went to the district of Dalmanutha, a name that appears only in this chapter. It was a place on the west side of the Sea of Galilee, near Magdala. In the parallel passage in Matthew, he comes into the borders of Magdala, which was probably the Greek name of one of the watch-towers on the western shore of the lake.Sources: the Bible text itself · Dalmanutha
- At Bethsaida some people brought a blind man, and Jesus led him by the hand out of the village, spit on his eyes, and placed his hands on him. At first the man saw people like trees walking; only when Jesus placed his hands on the man’s eyes again was his sight fully restored. The town is described as standing on the east side of the lake, about two miles up the Jordan, in Gaulonitis; Philip the tetrarch enlarged it and called it Julias, after the emperor’s daughter, though some have supposed there was only one Bethsaida, built on both sides of the lake near where the Jordan enters it.Sources: the Bible text itself · Bethsaida
- Jesus and his disciples went on to the villages around Caesarea Philippi, a city about twenty miles north of the Sea of Galilee, near the base of Mount Hermon at the upper source of the Jordan, and described as the northern limit of his public ministry. According to some, it had earlier been Baal-Gad or Baal-Hermon, a Canaanite sanctuary of Baal, and it was later called Panium or Paneas, from a deep cavern full of water near the town. There Peter said, "You are the Christ," and when he rebuked Jesus for teaching that the Son of Man must suffer many things, be killed, and rise after three days, Jesus answered, "Get behind me, Satan," a name that means adversary or accuser.Sources: the Bible text itself · Caesarea Philippi · Satan
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org