Nations Bible

Mark 7

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸆ κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ⸂ἐσθίοντας⸃ ⸆ 2 ἄρτους ⸋ἐμέμψαντο.⸌ 3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4καὶ ἀπὸ ἀγορᾶς, ⸆ ἐὰν μὴ ⸂βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸋καὶ κλινῶν.⸌ 5⸂Ἔπειτα⸃ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί ⸉οἱ μαθηταί σου οὐ περιπατοῦσιν⸊ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸂ 2ἀνίπτοις⸃ χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6Ὁ δὲ ⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς ⸋ 2ὅτι⸌ Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ⸆ Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 8Ἀφέντες ⸋γὰρ⸌ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, ⸋ 2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌ 9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸂τηρήσητε.⸃ 10Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι ⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃ 13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14Καὶ προσκαλεσάμενος ⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ⸂ 2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃ 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται ⸉αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ ⸂ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ,⸃ ⸋ἐκεῖνά⸌ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16⸋Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌ 17Καὶ ὅτε εἰσῆλθεν εἰς ⸆ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂περὶ τῆς παραβολῆς.⸃ 18Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, ⸂καθαρίζον⸃ πάντα τὰ βρώματα.

20Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸉μοιχεῖαι, πορνεῖαι, φόνοι, 22κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.

24⸂Καὶ ἐκεῖθεν⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸂ 2μεθόρια⸃ Τύρου ⸋καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς ⸆ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ⸂ 3ἠδυνήθη⸃ λαθεῖν. 25⸂Ἀκούσασα γὰρ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26⸉ἦν δὲ ἡ γυνὴ⸊ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ⸂ἐκβάλῃ⸃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂ 2εἶπεν⸃ αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ ⸉καλόν ἐστιν⸊ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸉ 2βαλεῖν τοῖς κυναρίοις.⸊ 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, ⸋Ναί,⸌ κύριε· καὶ ⸋ 2γὰρ⸌ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸂ἐσθίει⸃ ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν ⸉τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊ 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν ⸂τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃

31Καὶ πάλιν ⸂ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν⸃ ⸂ 2πρὸς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φέρουσιν αὐτῷ κωφὸν ⸆ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. 35Καὶ ⸋εὐθέως⸌ ⸂διηνοίχθησαν⸃ αὐτοῦ αἱ ἀκοαί· καὶ ⸆ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂εἴπωσιν·⸃ ὅσον δὲ ⸋αὐτὸς⸌ αὐτοῖς διεστέλλετο, ⸆ μᾶλλον περισσότερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ⸋τοὺς⸌ ἀλάλους λαλεῖν.

Did you know?

Purity, tradition, and the road beyond Galilee

  • Pharisees and scribes who had come from Jerusalem questioned Jesus because some of his disciples were eating with unwashed hands. Mark explains that, in holding to the tradition of the elders, the Pharisees and all the Jews did not eat until they washed ceremonially, and that they also washed after the market and washed cups, pitchers, kettles, and couches for dining. A chronology dates this discourse on commandments and tradition to AD 29.Sources: the Bible text itself · Commandments and Tradition Discourse
  • Jesus answered by quoting Isaiah, the son of Amoz, about people who honor God with their lips while their hearts are far from him, and who teach human precepts as doctrine. He set against the tradition of the elders a command he attributes to Moses—to honor father and mother—and the practice of Corban, which the text explains as a gift devoted to God and by which, he said, a person was no longer permitted to do anything for his parents.Sources: the Bible text itself · Isaiah
  • In the region of Tyre, a Greek woman of Syrophoenician origin begged Jesus to drive an unclean spirit out of her daughter. He later went through Sidon to the Sea of Galilee and into the Decapolis: Sidon, on the Mediterranean north of Tyre, was the older Phoenician city and Tyre’s mother city, while the Decapolis—a name meaning ten cities—lay east and southeast of the lake and was chiefly inhabited by Greeks. There a man who was deaf and hardly able to speak was brought to him, and Jesus said, “Ephphatha,” which the narrative explains as “Be opened.”Sources: the Bible text itself · Sidon · Tyre · Decapolis

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Jerusalem · 31.777, 35.234 · verse 1
  • Galilee · 32.760, 35.527 · verse 24
  • Sidon · Today: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · verses 24, 31
  • Tyre · 33.271, 35.196 · verses 24, 31
  • Phoenicia · 33.271, 35.196 · verse 26
  • Decapolis · 32.717, 35.800 · verse 31
  • Sea of Galilee · 32.819, 35.590 · verse 31

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.