Nations Bible

Acts 13

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Ἦσαν δέ ⸋τινες⸌ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. 2Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε δή μοι ⸂τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον⸃ εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

4⸂Οὗτοι⸃ μὲν ⸋οὖν,⸌ ἐκπεμφθέντες ὑπὸ ⸂ 2τοῦ πνεύματος τοῦ ἁγίου,⸃ κατῆλθον ⸂ 3εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν ⸂ 4δὲ⸃ ἀπέπλευσαν εἰς τὴν Κύπρον.⸃ 5Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6Διελθόντες δὲ ⸆ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν ⸆ 2 τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς, 7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ. 8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου, ⸋καὶ⸌ ἀτενίσας εἰς αὐτὸν 10εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς ⸆ κυρίου τὰς εὐθείας; 11Καὶ νῦν ἰδού, χεὶρ ⸆ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα ⸂δὲ⸃ ⸂ 2ἐπέπεσεν⸃ ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.

13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ ⸋τὸν⸌ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τῆς Πισιδίας,⸃ καὶ ⸂ 2εἰσελθόντες⸃ εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν ⸉οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς,⸊ λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ⸆ ἔστιν ⸉ 2λόγος ἐν ὑμῖν⸊ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν,

Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17Ὁ θεὸς τοῦ λαοῦ τούτου ⸆ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸂Αἰγύπτῳ,⸃ καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19⸋Καὶ⸌ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν ⸋ 2αὐτοῖς⸌ τὴν γῆν αὐτῶν. 20⸉Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα,⸊ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸋τοῦ⸌ προφήτου. 21Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα. 22Καὶ μεταστήσας αὐτόν, ἤγειρεν ⸉αὐτοῖς τὸν Δαυὶδ⸊ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ⸂ἤγαγεν⸃ τῷ Ἰσραὴλ ⸂ 2σωτηρίαν,⸃ 24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂τῷ Ἰσραήλ.⸃ 25Ὡς δὲ ἐπλήρου ⸋ὁ⸌ Ἰωάννης τὸν δρόμον, ἔλεγεν, ⸂Τίνα με⸃ ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸂ὑμῖν⸃ ὁ λόγος τῆς σωτηρίας ταύτης ⸂ 2ἀπεστάλη.⸃ 27Οἱ γὰρ κατοικοῦντες ⸋ἐν⸌ Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29Ὡς δὲ ἐτέλεσαν ⸂πάντα⸃ τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30Ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές ⸆ εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸂αὐτῶν ἡμῖν,⸃ ἀναστήσας Ἰησοῦν· 33ὡς καὶ ⸂ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται,⸃ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35⸂Διὸ⸃ καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν· 37ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν. 38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν ⸋τῷ⸌ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40Βλέπετε οὖν μὴ ἐπέλθῃ ⸋ἐφ᾽ ὑμᾶς⸌ τὸ εἰρημένον ἐν τοῖς προφήταις, 41Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ⸉ἐγὼ ἐργάζομαι⸊ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸆ ⸂ὃ⸃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.

42Ἐξιόντων δὲ ⸆ ⸂ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων,⸃ παρεκάλουν ⸋τὰ ἔθνη⸌ εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα. ⸆ 2 43Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, ⸆ ἔπειθον ⸂αὐτοὺς ἐπιμένειν⸃ τῇ χάριτι τοῦ θεοῦ.

44Τῷ ⸂τε⸃ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον ⸂ 2τοῦ θεοῦ.⸃ 45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ ⸋τοῦ⸌ Παύλου ⸂λεγομένοις,⸃ ⸋ 2ἀντιλέγοντες καὶ⸌ βλασφημοῦντες. 46Παρρησιασάμενοι ⸂δὲ⸃ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ. Ἐπειδὴ ⸋δὲ⸌ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48Ἀκούοντα δὲ τὰ ἔθνη ⸂ἔχαιρεν,⸃ καὶ ἐδόξαζον τὸν λόγον ⸂ 2τοῦ κυρίου,⸃ καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49Διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας. 50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας ⸋καὶ⸌ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ ⸂τὸν Παῦλον καὶ τὸν Βαρνάβαν,⸃ καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ⸋αὐτῶν⸌ ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52Οἱ ⸂δὲ⸃ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

The mission sent from Antioch

  • Easton's Bible Dictionary (1897) describes Antioch in Syria as ranking third, after Rome and Alexandria, among the cities of the Roman empire; the church there set Barnabas and Saul apart. Among its prophets and teachers were Simeon called Niger, a surname meaning black, perhaps from a dark complexion, and Lucius of Cyrene, in North Africa.Sources: Antioch (Syria) · the Bible text itself · Simeon · Lucius
  • At Paphos, the capital of Cyprus and the residence of the Roman governor, a Jewish sorcerer named Bar-Jesus, also called Elymas, an Arabic name meaning magician or sorcerer, tried to turn the proconsul Sergius Paulus from the faith. It is here that Saul is also called Paul; Easton's Bible Dictionary (1897) says the name Paul was probably given to him in infancy for use in the Gentile world, while Saul was his Hebrew home-name.Sources: Paphos · Elymas · Paul · the Bible text itself
  • Sent from Antioch, they went down to Seleucia, the city's seaport near the mouth of the Orontes, and sailed to Cyprus; later they landed at Perga, the capital of Pamphylia, on the river Cestrus. There John left them and returned to Jerusalem; his Roman name, Mark, gradually came to replace his Jewish name, and he was a cousin of Barnabas.Sources: Seleucia · Perga · John Mark · the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Antioch · Today: Antioch on the Orontes · 36.227, 36.172 · verse 1
  • Cyrene · 32.821, 21.851 · verse 1
  • Cyprus · 35.000, 33.000 · verse 4
  • Seleucia · Today: Seleucia Pieria · 36.124, 35.922 · verse 4
  • Salamis · 35.185, 33.902 · verse 5
  • Paphos · Today: New Paphos · 34.756, 32.404 · verses 6, 13
  • Jerusalem · 31.777, 35.234 · verses 13, 27, 31
  • Pamphylia · 37.000, 31.000 · verse 13
  • Perga · 36.960, 30.854 · verses 13, 14
  • Antioch · Today: Antioch in Pisidia · 38.306, 31.189 · verse 14
  • Pisidia · 38.306, 31.189 · verse 14
  • Egypt · 30.129, 31.308 · verse 17
  • Canaan · 32.767, 35.333 · verse 19
  • Galilee · 32.760, 35.527 · verse 31
  • Iconium · Today: Konya · 37.872, 32.492 · verse 51

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.