Acts 12
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3⸂Καὶ ἰδὼν⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον—ἦσαν δὲ ⸋αἱ⸌ ἡμέραι τῶν ἀζύμων— 4ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ⸂ἐκτενὴς⸃ γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸂ 2ὑπὲρ⸃ αὐτοῦ. 6Ὅτε δὲ ἔμελλεν ⸂αὐτὸν προάγειν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7Καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8Εἶπέν ⸂τε⸃ ὁ ἄγγελος πρὸς αὐτόν, ⸂ 2Περίζωσαι⸃ καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. 9Καὶ ἐξελθὼν ἠκολούθει ⸋αὐτῷ·⸌ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. 11Καὶ ὁ Πέτρος, ⸉γενόμενος ἐν ἑαυτῷ,⸊ εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ⸆ κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. 12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸆ Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13Κρούσαντος δὲ ⸂τοῦ Πέτρου⸃ τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. 14Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, Ὁ ἄγγελος ⸉αὐτοῦ ἐστιν.⸊ 16Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν. 17Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο ⸋αὐτοῖς⸌ πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν ⸂δέ,⸃ Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. 18Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. 19Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς ⸋τὴν⸌ Καισάρειαν διέτριβεν.
20Ἦν δὲ ⸋ὁ Ἡρῴδης⸌ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν ⸂δὲ⸃ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, ⸋καὶ⸌ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. 22Ὁ δὲ δῆμος ἐπεφώνει, ⸉Φωνὴ θεοῦ⸊ καὶ οὐκ ἀνθρώπου. 23Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκεν ⸆ δόξαν τῷ θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.
24Ὁ δὲ λόγος τοῦ ⸂θεοῦ⸃ ηὔξανεν καὶ ἐπληθύνετο.
25Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ⸂εἰς Ἱερουσαλήμ,⸃ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες ⸋καὶ⸌ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.

Did you know?
Peter's escape and Herod's death
- The King Herod of this chapter is Herod Agrippa I, grandson of Herod the Great, who in time held his grandfather's entire kingdom and the title of king. He put James to death and imprisoned Peter. Easton's Bible Dictionary (1897) says that on the second day of a festival honoring the emperor Claudius, Agrippa appeared in the great theatre at Caesarea wearing magnificent silver robes; it was early in the day, and the sun's rays dazzled those who saw him.Sources: Herod Agrippa I · the Bible text itself
- The James killed with the sword was James the son of Zebedee, brother of the apostle John, a fisherman who had worked in partnership with Peter. Easton's Bible Dictionary (1897) calls him the first of the apostles to be put to death and says that Herod Agrippa had him beheaded. The James whom Peter tells the believers to notify is another man: the same dictionary identifies him as the James who headed the church in Jerusalem.Sources: James (Son of Zebedee) · James (Brother of Jesus) · the Bible text itself
- Once he knew he was free, Peter went to the house of Mary, mother of John Mark, in Jerusalem, which Easton's Bible Dictionary (1897) calls a common meeting place of the disciples; many people were gathered there praying. The servant who came to the outer gate was Rhoda, a name that means a rose; overjoyed at his voice, she ran inside to announce him and forgot to open the gate. John, also called Mark, was Mary's son—Mark, his Roman name, gradually replaced the Jewish name John—and he later left Jerusalem with Barnabas and Saul.Sources: Mary (Mother of John Mark) · Rhoda · John Mark · the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Caesarea · Today: Caesarea Maritima · 32.500, 34.892 · verse 19
- Judea · Today: Judea 1 · 31.777, 35.234 · verse 19
- Sidon · Today: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · verse 20
- Tyre · 33.271, 35.196 · verse 20
- Jerusalem · 31.777, 35.234 · verse 25
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org