Apocalipse 6
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Καὶ εἶδον ⸂ὅτι⸃ ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ⸋ἑπτὰ⸌ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς ⸂ 2φωνὴ⸃ βροντῆς, Ἔρχου ⸂ 3καὶ ἴδε.⸃ 2⸆ Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ ⸂αὐτὸν⸃ ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν, καὶ ἵνα νικήσῃ.
3Καὶ ὅτε ἤνοιξεν ⸂τὴν δευτέραν σφραγῖδα,⸃ ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου. ⸆ 4Καὶ ἐξῆλθεν ἄλλος ἵππος ⸂πυρός·⸃ καὶ τῷ καθημένῳ ἐπ᾽ ⸂ 2αὐτὸν⸃ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ⸂ 3ἐκ⸃ τῆς γῆς, ⸆ ἵνα ἀλλήλους ⸂ 4σφάξωσιν·⸃ καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5Καὶ ὅτε ἤνοιξεν ⸂τὴν σφραγῖδα τὴν τρίτην,⸃ ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου ⸂ 2καὶ ἴδε.⸃ ⸆ Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ ⸂ 3αὐτὸν⸃ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6Καὶ ἤκουσα ⸆ φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸂κριθῆς⸃ δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸆ τοῦ τετάρτου ζῴου ⸂λέγοντος,⸃ Ἔρχου ⸂ 2καὶ ἴδε.⸃ 8⸆ Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ⸂ὁ Θάνατος, καὶ ὁ ᾍδης⸃ ⸂ 2ἠκολούθει⸃ ⸂ 3αὐτῷ.⸃ Καὶ ἐδόθη ⸂ 4αὐτῷ⸃ ἐξουσία ⸉ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι⸊ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς ⸆ τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν ⸋τοῦ ἀρνίου⸌ ἣν εἶχον, 10καὶ ⸂ἔκραξαν⸃ φωνῇ μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ⸂ 2ὁ ἅγιος καὶ ἀληθινός,⸃ οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ⸂ 3ἐκ⸃ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11Καὶ ⸂ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή,⸃ καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸂ 2ἀναπαύσωνται⸃ ἔτι χρόνον, ⸆ ἕως ⸆ 2 ⸂ 3πληρώσωσιν⸃ καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ⸋καὶ⸌ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.
12Καὶ εἶδον ⸆ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ ⸆ 2 σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸉μέλας ἐγένετο⸊ ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ⸋ὅλη⸌ ἐγένετο ὡς αἷμα, 13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ ⸂βαλοῦσα⸃ τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ⸉ἀνέμου μεγάλου⸊ σειομένη. 14Καὶ ⸋ὁ⸌ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, ⸉καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι,⸊ καὶ οἱ ⸂ἰσχυροί,⸃ καὶ ⸂ 2πᾶς δοῦλος καὶ ἐλεύθερος,⸃ ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου· 17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸂αὐτοῦ,⸃ καὶ τίς δύναται σταθῆναι;

Você sabia?
A Abertura dos Seis Selos
- Os primeiros quatro selos revelam quatro cavaleiros em cavalos branco, vermelho brilhante, preto e amarelo, convocados um a um pelos quatro seres viventes. Cada cavaleiro traz uma aflição distinta sobre a terra, desde a conquista e a retirada da paz até a fome generalizada, a peste e a morte.Fontes: o próprio texto bíblico
- O terceiro cavaleiro segura uma balança, acompanhado por uma proclamação que fixa o preço de uma medida de trigo ou três de cevada em um denário, refletindo uma grave escassez e racionamento de alimentos enquanto o azeite e o vinho são poupados.Fontes: o próprio texto bíblico
- Com a abertura do quinto e do sexto selos, o foco se volta para as almas dos mártires debaixo do altar e, em seguida, para imensas convulsões cósmicas e terrestres que levam pessoas de todas as classes sociais a se esconderem em cavernas nas montanhas.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org