Apocalipse 17
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ, λέγων, ⸆ Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ ⸂τῶν ὑδάτων τῶν πολλῶν·⸃ 2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ⸉οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.⸊ 3Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸂γέμον ὀνόματα βλασφημίας, ἔχον⸃ κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4Καὶ ἡ γυνὴ ⸂ἦν⸃ περιβεβλημένη ⸂ 2πορφυροῦν καὶ κόκκινον,⸃ ⸆ κεχρυσωμένη ⸂ 3χρυσίῳ⸃ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ⸉ποτήριον χρυσοῦν⸊ ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ ⸂ 4τὰ ἀκάθαρτα τῆς⸃ πορνείας αὐτῆς, 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, ⸆ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα. 7Καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ ⸉ἐρῶ σοι⸊ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8⸋Τὸ⸌ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸂ὑπάγειν.⸃ Καὶ ⸂ 2θαυμάσονται⸃ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂ 3τὰ ὀνόματα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, ⸂ 4βλεπόντων⸃ ⸉ὅτι ἦν τὸ θηρίον,⸊ ⸂ 5καὶ οὐκ ἔστιν, καὶ παρέσται.⸃ 9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ⸉ἑπτὰ ὄρη εἰσίν,⸊ ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. 10Καὶ βασιλεῖς ⸉εἰσιν ἑπτά·⸊ οἱ πέντε ἔπεσον, ⸆ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν· καί, ὅταν ἔλθῃ, ὀλίγον ⸉ 2δεῖ αὐτὸν⸊ μεῖναι. 11Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστιν, καὶ ⸂αὐτὸς⸃ ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13Οὗτοι μίαν ⸉ἔχουσιν γνώμην,⸊ ⸂καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν⸃ ⸂ 2αὐτῶν⸃ τῷ θηρίῳ ⸂ 3διδόασιν.⸃ 14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι. 16Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, ⸂καὶ⸃ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, ⸂ 2καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν,⸃ καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17Ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸉γνώμην μίαν,⸊ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸂τελεσθῶσιν οἱ λόγοι⸃ τοῦ θεοῦ. 18Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Você sabia?
O mistério de Babilônia, a Grande
- Um nome misterioso está escrito na fronte da mulher: Babilônia, a Grande, mãe das prostitutas e das abominações da terra. O anjo explica que a mulher é a grande cidade que governa os reis da terra.Fontes: o próprio texto bíblico
- Um verbete sobre o lugar registra Babilônia como a forma grega de Babel, e a forma semítica Babilu como significando "A Porta de Deus". Diz também que, nas tábuas assírias, o nome significa "a cidade da dispersão das tribos". O mesmo verbete situa a cidade no Eufrates, cerca de duzentas milhas rio acima da confluência desse rio com o Tigre.Fontes: Babylon
- O anjo interpreta imagens da visão. As águas onde a prostituta está sentada são povos, multidões, nações e línguas. As sete cabeças são sete montes sobre os quais a mulher se assenta; o texto também fala de sete reis, e os dez chifres são dez reis que ainda não receberam um reino.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Babylon · Hoje: Rome · 41.892, 12.485 · versículo 5
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org