Nations Bible

Marcos 9

Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.

1Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινες ⸉τῶν ὧδε⸊ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

2Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς ⸂τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην,⸃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· 3καὶ τὰ ἱμάτια αὐτοῦ ⸂ἐγένοντο⸃ στίλβοντα, λευκὰ λίαν ⸋ὡς χιών,⸌ οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸆ λευκᾶναι. 4Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν ⸉σκηνὰς τρεῖς,⸊ σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. 6Οὐ γὰρ ᾔδει τί ⸂λαλήσει·⸃ ⸂ 2ἦσαν γὰρ ἔκφοβοι.⸃ 7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ⸂ἦλθεν⸃ φωνὴ ἐκ τῆς νεφέλης, ⸆ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· ⸉αὐτοῦ ἀκούετε.⸊ 8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.⸃

9⸂Καταβαινόντων δὲ⸃ αὐτῶν ⸂ 2ἀπὸ⸃ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸉διηγήσωνται ἃ εἶδον,⸊ εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12Ὁ δὲ ⸋ἀποκριθείς,⸌ ⸂εἶπεν⸃ αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. 13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸂ἠθέλησαν,⸃ καθὼς γέγραπται ἐπ᾽ αὐτόν.

14Καὶ ⸂ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν⸃ ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας ⸂ 2αὐτοῖς.⸃ 15Καὶ ⸂εὐθέως⸃ πᾶς ὁ ὄχλος ⸂ 2ἰδὼν αὐτὸν ἐξεθαμβήθη,⸃ καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16Καὶ ἐπηρώτησεν ⸂τοὺς γραμματεῖς,⸃ Τί συζητεῖτε πρὸς ⸂ 2αὐτούς;⸃ 17Καὶ ⸂ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν,⸃ Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18Καὶ ὅπου ⸂ἂν⸃ αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας ⸋αὐτοῦ,⸌ καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19Ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ⸃ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. 20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ⸂ἰδὼν⸃ αὐτόν, ⸂ 2εὐθέως τὸ πνεῦμα⸃ ⸂ 3ἐσπάραξεν⸃ αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. 21Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, ⸆ Παιδιόθεν. 22Καὶ πολλάκις ⸂αὐτὸν καὶ εἰς τὸ πῦρ⸃ ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι ⸂ 2δύνασαι,⸃ βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς. 23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ ⸂δύνασαι⸃ ⸋πιστεῦσαι,⸌ πάντα δυνατὰ τῷ πιστεύοντι. 24⸋Καὶ⸌ ⸂εὐθέως⸃ κράξας ὁ πατὴρ τοῦ παιδίου, ⸋ 2μετὰ δακρύων⸌ ἔλεγεν, Πιστεύω, ⸋ 3κύριε,⸌ βοήθει μου τῇ ἀπιστίᾳ. 25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ⸆ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, ⸂Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,⸃ ἐγώ ⸉σοι ἐπιτάσσω,⸊ ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26Καὶ ⸂κράξαν, καὶ πολλὰ σπαράξαν⸃ ⸋αὐτόν,⸌ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε ⸆ πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27Ὁ δὲ Ἰησοῦς κρατήσας ⸂αὐτὸν τῆς χειρός,⸃ ἤγειρεν αὐτόν· καὶ ἀνέστη. 28Καὶ ⸂εἰσελθόντα αὐτὸν⸃ εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ⸉ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν⸊ ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ ⸋καὶ νηστείᾳ.⸌

30Καὶ ἐκεῖθεν ἐξελθόντες ⸂παρεπορεύοντο⸃ διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. 31Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, ⸂τῇ τρίτῃ ἡμέρᾳ⸃ ἀναστήσεται. 32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

33Καὶ ⸂ἦλθεν⸃ εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ ⸋πρὸς ἑαυτοὺς⸌ διελογίζεσθε; 34Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. 35Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. 36Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· 37Ὃς ⸂ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν⸃ ἐμὲ ⸂ 2δέξηται,⸃ οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.

38⸂Ἀπεκρίθη⸃ ⸋δὲ⸌ αὐτῷ ⸆ Ἰωάννης, ⸋ 2λέγων,⸌ Διδάσκαλε, εἴδομέν τινα ⸆ 2 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸋ 3ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·⸌ καὶ ⸂ 2ἐκωλύσαμεν⸃ αὐτόν, ὅτι οὐκ ⸂ 3ἀκολουθεῖ⸃ ἡμῖν. 39Ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40Ὃς γὰρ οὐκ ἔστιν ⸂καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν⸃ ἐστιν. 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸆ ὀνόματί ⸋μου,⸌ ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, ⸆ 2 οὐ μὴ ⸂ἀπολέσῃ⸃ τὸν μισθὸν αὐτοῦ. 42Καὶ ὃς ⸂ἐὰν⸃ σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸆ τῶν πιστευόντων ⸋εἰς ἐμέ,⸌ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂ 2λίθος μυλικὸς⸃ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. 43Καὶ ἐὰν ⸂σκανδαλίζῃ⸃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ 2σοι ἐστὶν⸃ κυλλὸν ⸉εἰς τὴν ζωὴν εἰσελθεῖν,⸊ ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 44⸋ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ 45Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸂σοι⸃ εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, ⸋εἰς τὸ πῦρ τὸ ἄσβεστον, 46ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ 47Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸂σοι⸃ ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸋τὴν⸌ γέενναν ⸋ 2τοῦ πυρός,⸌ 48ὅπου ὁ σκώληξ ⸋αὐτῶν⸌ οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. 49Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, ⸋καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.⸌ 50Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ⸂ἅλας,⸃ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Você sabia?

A transfiguração e o ensino no caminho

  • Seis dias depois, Jesus levou Pedro, Tiago e João sozinhos a um alto monte, e foi transfigurado diante deles. Pedro, originalmente chamado Simão, era pescador de Betsaida, no mar da Galileia. Tiago, irmão mais velho de João e filho de Zebedeu, também era pescador e esteve presente com Pedro e João na transfiguração.Fontes: o próprio texto bíblico · Simon Peter · James (Son of Zebedee)
  • No alto monte, Elias, o tesbita e o Elias do Novo Testamento, apareceu com Moisés, conversando com Jesus. Enquanto desciam, os discípulos perguntaram por que os escribas dizem que Elias deve vir primeiro. Jesus respondeu que Elias de fato vem primeiro e que ele já veio.Fontes: o próprio texto bíblico · Elijah
  • Jesus e os discípulos passaram pela Galileia, mas ele não queria que ninguém soubesse, porque os estava ensinando, e chegaram a Cafarnaum. Cafarnaum, a cidade de Naum, era uma cidade da Galileia que se tornou a própria cidade de Jesus depois de sua expulsão de Nazaré. Os judeus chamavam Galil a uma planície elevada entre as montanhas de Naftali, e a região passou a ser chamada Galileia dos gentios.Fontes: o próprio texto bíblico · Capernaum · Galilee

Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.

Lugares deste capítulo

  • Galilee · 32.760, 35.527 · versículo 30

Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos e licença desta tradução
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fonte: http://ebible.org/grcsr/ · eBible.org

Fale com a gente

Conte de onde você lê, como a Bíblia tem te ajudado ou o que podemos melhorar. Lemos todas as mensagens.