Nations Bible

Mateus 20

Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.

1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2⸂Καὶ συμφωνήσας⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ ⸆ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. 5Οἱ δὲ ἀπῆλθον. Πάλιν ⸆ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην ⸋ὥραν⸌ ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ⸋ 2ἀργούς,⸌ καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ⸋καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.⸌ 8Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος ⸋αὐτοῖς⸌ τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9⸂Καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10⸂Ἐλθόντες δὲ⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸂ 2πλείονα⸃ λήψονται· καὶ ἔλαβον ⸂ 3καὶ αὐτοὶ ἀνὰ δηνάριον.⸃ 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λέγοντες ⸋ὅτι⸌ Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸉ἡμῖν αὐτοὺς⸊ ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13Ὁ δὲ ἀποκριθεὶς ⸉εἶπεν ἑνὶ αὐτῶν,⸊ Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15⸋Ἢ⸌ οὐκ ἔξεστίν μοι ⸉ποιῆσαι ὃ θέλω⸊ ἐν τοῖς ἐμοῖς; ⸂Εἰ⸃ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· ⸋πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌ 17⸂Καὶ ἀναβαίνων⸃ ⸋ὁ⸌ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸋ 2μαθητὰς⸌ κατ᾽ ἰδίαν ⸂ 2ἐν τῇ ὁδῷ, καὶ⸃ εἶπεν αὐτοῖς, 18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν ⸂θανάτῳ,⸃ 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸂ἀναστήσεται.⸃

20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸂παρ᾽⸃ αὐτοῦ. 21Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν ⸋σου,⸌ καὶ εἷς ἐξ εὐωνύμων ⸋ 2σου,⸌ ἐν τῇ βασιλείᾳ σου. 22⸉Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,⸊ Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ⸂ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;⸃ Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23⸋Καὶ⸌ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, ⸋ 2καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·⸌ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων ⸋ 3μου,⸌ οὐκ ἔστιν ἐμὸν ⸆ δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26Οὐχ οὕτως ⸋δὲ⸌ ⸂ἔσται⸃ ⸋ 2ἐν⸌ ὑμῖν· ἀλλ᾽ ὃς ⸂ 2ἐὰν⸃ θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ⸂ 3ἔσται⸃ ὑμῶν διάκονος· 27καὶ ὃς ⸂ἐὰν⸃ θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸂ 2ἔστω⸃ ὑμῶν δοῦλος· 28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν; 33Λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸂ὀφθαλμῶν⸃ αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν ⸋αὐτῶν οἱ ὀφθαλμοί,⸌ καὶ ἠκολούθησαν αὐτῷ.

Ilustração artística — interpretação, não registro histórico.

Você sabia?

Os últimos e os primeiros no caminho de Jerusalém

  • Neste capítulo Jesus sobe para Jerusalém e, no final, o grupo sai de Jericó. O Easton's Bible Dictionary chama Jericó de “lugar de fragrância”, uma cidade fortificada entre palmeiras na planície do Jordão, cerca de cinco milhas a oeste do rio, e a chave para a Palestina ocidental. Chama também Jerusalém, conhecida ainda como cidade santa, de cidade de montanha, e liga seu nome dual a Sião e Moriá ou, como alguns supõem, à cidade alta e à cidade baixa.Fontes: Jericho · Jerusalem · o próprio texto bíblico
  • A mulher que se ajoelha para pedir que seus dois filhos se sentem à direita e à esquerda de Jesus é a mãe dos filhos de Zebedeu. Zebedeu, pescador galileu e pai de Tiago e João, parece, segundo o Easton's Bible Dictionary, ter tido alguma posição em Cafarnaum, com dois barcos e servos contratados. Ele não é mais mencionado depois que Jesus chamou seus filhos.Fontes: Zebedee · o próprio texto bíblico
  • Ao saírem de Jericó, dois cegos chamam Jesus de “Senhor, Filho de Davi”. Davi, nome que o Easton's Bible Dictionary dá como “Amado”, era o oitavo e o mais novo filho de Jessé, de Belém; na juventude cuidava das ovelhas do pai nas terras altas de Judá.Fontes: David · o próprio texto bíblico

Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.

Lugares deste capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 17, 18
  • Jericho · Hoje: Tell el Alayiq · 31.852, 35.436 · versículo 29

Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos e licença desta tradução
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fonte: http://ebible.org/grcsr/ · eBible.org

Fale com a gente

Conte de onde você lê, como a Bíblia tem te ajudado ou o que podemos melhorar. Lemos todas as mensagens.