Mateus 15
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Τότε προσέρχονται τῷ Ἰησοῦ ⸋οἱ⸌ ἀπὸ Ἱεροσολύμων ⸉γραμματεῖς καὶ Φαρισαῖοι,⸊ λέγοντες, 2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸋αὐτῶν,⸌ ὅταν ἄρτον ἐσθίωσιν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4Ὁ γὰρ θεὸς ⸂ἐνετείλατο, λέγων,⸃ Τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸋καὶ⸌ οὐ μὴ ⸂τιμήσῃ⸃ τὸν πατέρα αὐτοῦ ⸂ 2ἢ τὴν μητέρα αὐτοῦ·⸃ 6καὶ ἠκυρώσατε ⸂τὴν ἐντολὴν⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν· 7ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας, λέγων, 8⸂Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ⸃ τοῖς χείλεσίν με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 9Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 10Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. 11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12Τότε προσελθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ⸂εἶπον⸃ αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. 14Ἄφετε αὐτούς· ⸂ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν·⸃ τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ⸂ 2πεσοῦνται.⸃ 15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ⸋ταύτην.⸌ 16⸂Ὁ δὲ Ἰησοῦς⸃ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17⸂Οὔπω⸃ νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· 20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸂ἐκραύγασεν⸃ ⸋αὐτῷ,⸌ λέγουσα, Ἐλέησόν με, κύριε, ⸂ 2υἱὲ⸃ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25Ἡ δὲ ἐλθοῦσα ⸂προσεκύνησεν⸃ αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. 26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. 27Ἡ δὲ εἶπεν, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς· 31ὥστε ⸂τοὺς ὄχλους⸃ θαυμάσαι, βλέποντας ⸂ 2κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας·⸃ καὶ ⸂ 3ἐδόξασαν⸃ τὸν θεὸν Ἰσραήλ.
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35Καὶ ⸂ἐκέλευσεν⸃ ⸂ 2τοῖς ὄχλοις⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν· 36⸋καὶ⸌ ⸂λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,⸃ εὐχαριστήσας ἔκλασεν, καὶ ⸂ 2ἔδωκεν⸃ τοῖς μαθηταῖς ⸋ 2αὐτοῦ,⸌ οἱ δὲ μαθηταὶ ⸂ 3τῷ ὄχλῳ.⸃ 37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ⸉ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,⸊ ἑπτὰ σπυρίδας πλήρεις. 38Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

Você sabia?
Tradição, a costa de Tiro e pão à beira do lago
- Fariseus e escribas vieram de Jerusalém e perguntaram por que os discípulos de Jesus comiam sem lavar as mãos, tratando isso como uma quebra da tradição dos anciãos. Ele respondeu citando Isaías, que o Easton's Bible Dictionary (1897) identifica como filho de Amoz e situa nos reinados de Uzias, Jotão, Acaz e Ezequias, sobre gente que honra a Deus com os lábios enquanto o coração está longe.Fontes: o próprio texto bíblico · Isaiah
- Jesus retirou-se então para a região de Tiro e Sidom, onde uma mulher cananeia pediu que ele curasse a filha e o chamou de Filho de Davi. Sidom, na costa do Mediterrâneo ao norte de Tiro, tomou o nome de Zidão, o filho mais velho de Canaã e antepassado dos sidônios e dos fenícios. Era a mais antiga cidade fenícia e a cidade-mãe de Tiro; ficava no território de Aser, mas nunca foi subjugada.Fontes: o próprio texto bíblico · Sidon · Tyre · Canaan
- Depois, Jesus seguiu ao longo do mar da Galileia, sentou-se num monte e curou as pessoas postas a seus pés, antes de alimentar quatro mil homens, além de mulheres e crianças, com sete pães e alguns peixinhos. O Easton's Bible Dictionary (1897) observa que João chama esse lago de mar de Tiberíades e situa sua superfície a 682 pés abaixo do Mediterrâneo. O mesmo dicionário diz que a travessia de barco terminou em Magadã, nome que aparece só neste capítulo e que Marcos chama de Dalmanuta, na margem oeste do lago.Fontes: o próprio texto bíblico · Sea of Galilee · Magadan
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Jerusalem · 31.777, 35.234 · versículo 1
- Galilee · 32.760, 35.527 · versículo 21
- Sidon · Hoje: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · versículo 21
- Tyre · 33.271, 35.196 · versículo 21
- Canaan · 32.767, 35.333 · versículo 22
- Sea of Galilee · 32.819, 35.590 · versículo 29
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org