Nations Bible

Lucas 21

Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.

1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸉τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον⸊ πλουσίους· 2εἶδεν δέ ⸂τινα καὶ⸃ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸉δύο λεπτά,⸊ 3καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα ⸉ἡ πτωχὴ αὕτη⸊ πλεῖον πάντων ἔβαλεν· 4⸂ἅπαντες⸃ γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα ⸋τοῦ θεοῦ,⸌ αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸂ 2ἅπαντα⸃ τὸν βίον ὃν εἶχεν ἔβαλεν.

5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, 6Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸂λίθῳ,⸃ ⸆ ὃς οὐ καταλυθήσεται. 7Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8Ὁ δὲ εἶπεν, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ⸋ὅτι⸌ Ἐγώ εἰμι· καί, Ὁ καιρὸς ἤγγικεν, μὴ ⸋ 2οὖν⸌ πορευθῆτε ὀπίσω αὐτῶν. 9Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.

10Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 11⸉σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ⸊ ἔσονται, φόβητρά τε καὶ ⸉ 2σημεῖα ἀπ᾽ οὐρανοῦ⸊ μεγάλα ἔσται. 12Πρὸ δὲ τούτων ⸂πάντων⸃ ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς ⸆ συναγωγὰς καὶ φυλακάς, ⸂ 2ἀγομένους⸃ ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. 13Ἀποβήσεται ⸋δὲ⸌ ὑμῖν εἰς μαρτύριον. 14⸂Θέσθε⸃ οὖν ⸂ 2εἰς τὰς καρδίας⸃ ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι· 15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ⸂ἀντειπεῖν οὐδὲ ἀντιστῆναι⸃ ⸂ 2πάντες⸃ οἱ ἀντικείμενοι ὑμῖν. 16Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸉συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,⸊ καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων ⸋τὴν⸌ Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23Οὐαὶ ⸋δὲ⸌ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ⸋ 2ἐν⸌ τῷ λαῷ τούτῳ. 24Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς ⸉πάντα τὰ ἔθνη·⸊ καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸆ πληρωθῶσιν ⸆ 2 καιροὶ ἐθνῶν. 25Καὶ ⸂ἔσται⸃ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ⸂ 2ἠχούσης⸃ θαλάσσης καὶ σάλου, 26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

29Καὶ εἶπεν παραβολὴν αὐτοῖς, Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30ὅταν ⸂προβάλωσιν⸃ ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. 33Ὁ οὐρανὸς καὶ ἡ γῆ ⸂παρελεύσονται,⸃ οἱ δὲ λόγοι μου οὐ μὴ ⸂ 2παρέλθωσιν.⸃

34Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν ⸉ὑμῶν αἱ καρδίαι⸊ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸉ 2αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ⸊ ἡ ἡμέρα ἐκείνη· 35ὡς παγὶς ⸂γὰρ ἐπελεύσεται⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36Ἀγρυπνεῖτε ⸂οὖν⸃ ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα ⸂ 2καταξιωθῆτε⸃ ἐκφυγεῖν ⸆ πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37Ἦν δὲ τὰς ἡμέρας ⸉ἐν τῷ ἱερῷ διδάσκων·⸊ τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

Ilustração artística — interpretação, não registro histórico.

Você sabia?

Jerusalém, o templo e os dias que virão

  • Uma nota geográfica diz que o nome Jerusalém está no original em forma dual e significa “posse da paz” ou “fundação da paz”. Acrescenta que essa forma provavelmente se refere aos dois montes sobre os quais a cidade foi construída, Sião e Moriá, ou, como alguns supõem, à parte alta e à parte baixa da cidade, e chama Jerusalém de cidade de montanha entronizada sobre um baluarte montanhoso. Neste capítulo, Jesus diz que essa cidade será cercada por exércitos, ficará desolada e será pisada pelos gentios.Fontes: Jerusalem · o próprio texto bíblico
  • Jesus manda que os que estiverem na Judeia fujam para os montes quando virem Jerusalém cercada de exércitos. Uma nota geográfica explica que, sob os romanos, no tempo de Cristo, Judeia designava a mais meridional das três divisões da Palestina, distinta da Galileia e da Samaria, embora o nome às vezes fosse usado para a Palestina em geral. Como província, incluía os territórios das tribos de Judá, Benjamim, Dã, Simeão e parte de Efraim, e fazia parte da Síria.Fontes: Judea · o próprio texto bíblico
  • O capítulo não começa com exércitos, e sim com uma viúva pobre que põe duas pequenas moedas de cobre no tesouro do templo. Jesus diz que ela deu mais do que os ricos, que contribuíram daquilo que lhes sobrava, porque ela pôs tudo o que tinha para viver. Os discípulos então comentam as belas pedras e as ofertas consagradas do templo, e ele responde que não ficará pedra sobre pedra.Fontes: o próprio texto bíblico

Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.

Lugares deste capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 20, 21, 24
  • Judea · Hoje: Judea 1 · 31.777, 35.234 · versículo 21
  • Mount of Olives · 31.778, 35.246 · versículo 37

Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos e licença desta tradução
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fonte: http://ebible.org/grcsr/ · eBible.org

Fale com a gente

Conte de onde você lê, como a Bíblia tem te ajudado ou o que podemos melhorar. Lemos todas as mensagens.