Lucas 16
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητὰς ⸋αὐτοῦ,⸌ Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ ⸂δυνήσῃ⸃ ἔτι οἰκονομεῖν. 3Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. 4Ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ⸆ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ⸂αὐτῶν.⸃ 5Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου; 6⸂Ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. Καὶ⸃ εἶπεν αὐτῷ, Δέξαι σου ⸂ 2τὸ γράμμα,⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα. 7Ἔπειτα ἑτέρῳ εἶπεν, Σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. ⸋Καὶ⸌ λέγει αὐτῷ, Δέξαι σου ⸂τὸ γράμμα,⸃ καὶ γράψον ὀγδοήκοντα. 8Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν. 9Κἀγὼ ὑμῖν λέγω, ⸉Ποιήσατε ἑαυτοῖς⸊ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ⸂ἐκλίπητε,⸃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸂ὑμέτερον⸃ τίς ⸉ὑμῖν δώσει;⸊ 13Οὐδεὶς οἰκέτης δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14Ἤκουον δὲ ταῦτα πάντα ⸋καὶ⸌ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. ⸆ 16Ὁ νόμος καὶ οἱ προφῆται ⸂ἕως⸃ Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18⸂Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην⸃ ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς. 20Πτωχὸς δέ τις ⸋ἦν⸌ ὀνόματι Λάζαρος, ⸋ 2ὃς⸌ ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ ⸋τῶν ψιχίων⸌ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸂ἀπέλειχον⸃ τὰ ἕλκη αὐτοῦ. 22Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ⸆ Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. 23Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ ⸋τὸν⸌ Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24Καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25Εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες ⸋σὺ⸌ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ⸂ὧδε⸃ παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26Καὶ ⸂ἐπὶ⸃ πᾶσιν τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ⸂ 2ἔνθεν⸃ πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ⸋οἱ⸌ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27Εἶπεν δέ, Ἐρωτῶ ⸉οὖν σε,⸊ πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29Λέγει ⸆ ⸋αὐτῷ⸌ Ἀβραάμ, Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30Ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31Εἶπεν δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.

Você sabia?
Riqueza, dois senhores e Lázaro
- Nas palavras de Jesus sobre o rico e Lázaro, o rico clama: 'Pai Abraão', e Abraão responde: 'Filho'. O Dicionário Bíblico de Easton (1897) explica o nome Abraão como 'Pai de uma multidão' e o descreve como herdeiro das promessas.Fontes: o próprio texto bíblico · Abraham
- Falando aos fariseus, que zombavam dele, Jesus diz que a Lei e os Profetas foram proclamados até João, e que, desde então, o evangelho do reino de Deus está sendo pregado. O Dicionário Bíblico de Easton (1897) chama João Batista de 'precursor de nosso Senhor', afirma que sua missão foi objeto de profecia, inclusive Isaías 40:3 e Malaquias 3:1, e declara que seu nascimento ocorreu seis meses antes do de Jesus.Fontes: o próprio texto bíblico · John the Baptist
- Um administrador acusado de desperdiçar os bens de seu senhor recebe ordem de prestar contas e deixar o cargo. Ele faz os devedores reescreverem suas contas, reduzindo cem medidas de azeite a cinquenta e cem medidas de trigo a oitenta, e o senhor elogia o administrador desonesto porque havia agido com astúcia. Jesus diz então que nenhum servo pode servir a dois senhores, e que ninguém pode servir ao mesmo tempo a Deus e ao dinheiro.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org