Lucas 14
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, ⸂Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;⸃ 4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσεν. 5Καὶ ⸋ἀποκριθεὶς⸌ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν ⸂υἱὸς⸃ ἢ βοῦς εἰς φρέαρ ⸂ 2ἐμπεσεῖται,⸃ καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸂ 3ἐν τῇ⸃ ἡμέρᾳ τοῦ σαββάτου; 6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι ⸋αὐτῷ⸌ πρὸς ταῦτα.
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, 8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ, 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ⸂ἐρεῖ σοι,⸃ Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10Ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς σε, ⸂εἴπῃ⸃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸆ τῶν συνανακειμένων σοι. 11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί ⸉σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα.⸊ 13Ἀλλ᾽ ὅταν ⸉ποιῇς δοχήν,⸊ κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, ⸂ὃς⸃ φάγεται ⸂ 2ἄριστον⸃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ⸂ἐποίησεν⸃ δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν ⸋πάντα.⸌ 18Καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸉παραιτεῖσθαι πάντες.⸊ Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ⸂ἐξελθεῖν καὶ⸃ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19Καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20Καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21Καὶ παραγενόμενος ὁ δοῦλος ⸋ἐκεῖνος⸌ ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ ⸉χωλοὺς καὶ τυφλοὺς⸊ εἰσάγαγε ὧδε. 22Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ⸂ὡς⸃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸉ὁ οἶκός μου.⸊ 24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. ⸋Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, 26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ⸂αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι ⸂ 2δὲ⸃ καὶ τὴν ⸉ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί ⸉ 2μου μαθητὴς εἶναι.⸊ 27⸋Καὶ⸌ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ⸂αὐτοῦ⸃ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται ⸉εἶναί μου⸊ μαθητής. 28Τίς γὰρ ἐξ ὑμῶν, ⸋ὁ⸌ θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει ⸋ 2τὰ⸌ ⸂εἰς⸃ ἀπαρτισμόν; 29Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ⸉ἐμπαίζειν αὐτῷ,⸊ 30λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31Ἢ τίς βασιλεὺς πορευόμενος ⸉συμβαλεῖν ἑτέρῳ βασιλεῖ⸊ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸂βουλεύεται⸃ εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸂ 2ἀπαντῆσαι⸃ τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; 32Εἰ δὲ μήγε, ἔτι ⸉πόρρω αὐτοῦ⸊ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸋τὰ⸌ πρὸς εἰρήνην. 33Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί ⸉μου εἶναι⸊ μαθητής. 34Καλὸν ⸆ τὸ ἅλας· ἐὰν δὲ ⸆ 2 τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Você sabia?
Cura no sábado, banquetes e o custo do discipulado
- Um registro de acontecimentos intitula este episódio “Ensino e cura, da Pereia a Jerusalém”, com início em 30 d.C. e duração de um dia. O capítulo começa numa refeição de sábado e, mais adiante, mostra grandes multidões viajando com Jesus, enquanto ele fala de carregar a cruz, calcular o custo e renunciar a tudo para ser seu discípulo.Fontes: Teaching and Healing in Perea to Jerusalem · o próprio texto bíblico
- Num sábado, Jesus foi comer na casa de um dos principais fariseus, enquanto os presentes o observavam de perto. Bem diante dele havia um homem com hidropisia; Jesus perguntou aos peritos na lei e aos fariseus se era lícito curar no sábado e, como eles ficaram em silêncio, curou o homem e comparou o ato a tirar um filho ou um boi de um poço naquele mesmo dia.Fontes: o próprio texto bíblico
- Ao notar que os convidados escolhiam os lugares de honra, Jesus contou uma parábola sobre os assentos num banquete de casamento e exortou o anfitrião a convidar os pobres, os aleijados, os coxos e os cegos, que não poderiam retribuir. Quando alguém ali declarou bem-aventurados os que comeriam no banquete do reino de Deus, Jesus descreveu um grande banquete cujos convidados se escusaram — um para ver um campo, outro para experimentar cinco juntas de bois e outro porque tinha casado —, e o dono enviou o servo às ruas e aos becos e depois às estradas e às sebes.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org