João 8
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1⸂καὶ ὁ Ἰησοῦς⸃ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
2Ὄρθρου δὲ πάλιν ⸋βαθέος⸌ ⸂ἦλθεν⸃ ⸋ 2ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο ⸋ 3πρὸς αὐτόν,⸌ καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ⸋πρὸς αὐτὸν⸌ γυναῖκα ⸂ἐπὶ⸃ μοιχείᾳ ⸂ 2κατειλημμένην,⸃ καὶ στήσαντες αὐτὴν ἐν ⸋ 2τῷ⸌ μέσῳ, 4⸂εἶπον⸃ αὐτῷ, ⸆ Διδάσκαλε, ⸂ 2ταύτην εὕρομεν⸃ ἐπ᾽ αὐτόφωρῳ ⸂ 3μοιχευομένην.⸃ 5Ἐν δὲ τῷ νόμῳ ⸋ἡμῶν⸌ ⸂Μωσῆς⸃ ἐνετείλατο τὰς τοιαύτας ⸂ 2λιθάζειν·⸃ σὺ οὖν τί λέγεις ⸋ 2περὶ αὐτῆς;⸌ 6Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν ⸂κατηγορίαν κατ᾽⸃ αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ⸂ 2ἔγραφεν⸃ εἰς τὴν γῆν. ⸆ 7Ὡς δὲ ἐπέμενον ⸂ἐπερωτῶντες⸃ αὐτόν, ⸂ 2ἀναβλέψας⸃ εἶπεν ⸂ 3αὐτοῖς,⸃ Ὁ ἀναμάρτητος ὑμῶν, ⸂ 4πρῶτος λίθον βαλέτω ἐπ᾽ αὐτήν.⸃ 8Καὶ πάλιν ⸂κάτω κύψας⸃ ἔγραφεν εἰς τὴν γῆν. 9Οἱ δέ, ἀκούσαντες, ⸆ ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ⸋ἕως τῶν ἐσχάτων·⸌ καὶ κατελείφθη μόνος ⸋ 2ὁ Ἰησοῦς,⸌ καὶ ἡ γυνὴ ἐν μέσῳ ⸂οὖσα.⸃ 10Ἀνακύψας δὲ ὁ Ἰησοῦς ⸆ ⸋εἶδεν αὐτὴν καὶ⸌ εἶπεν, ⸆ 2 ⸂Γύναι,⸃ ποῦ εἰσιν; ⸆ 3 Οὐδείς σε κατέκρινεν; 11Ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. Εἴπεν δὲ ⸋αὐτῇ⸌ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε ⸂κατακρίνω·⸃ πορεύου ⸋ 2καὶ⸌ ⸋ 3ἀπὸ τοῦ νῦν⸌ μηκέτι ἁμάρτανε.
12Πάλιν οὖν ⸉αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησεν⸊ λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸂ἐμοὶ⸃ οὐ μὴ ⸂ 2περιπατήσῃ⸃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. 13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, ⸂καὶ⸃ ποῦ ὑπάγω. 15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. 16Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸂ἀληθής⸃ ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ⸂ 2ὁ πέμψας με πατήρ.⸃ 17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 19Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη ⸆ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸉ᾔδειτε ἄν.⸊ 20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ⸋ὁ Ἰησοῦς⸌ ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
21Εἶπεν οὖν πάλιν αὐτοῖς ⸋ὁ Ἰησοῦς,⸌ Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23Καὶ ⸂εἶπεν⸃ αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸉τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.⸊ 24Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; ⸋Καὶ⸌ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. 26Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα ⸂λέγω⸃ εἰς τὸν κόσμον. 27Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28Εἶπεν οὖν ⸋αὐτοῖς⸌ ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατήρ ⸋ 2μου,⸌ ταῦτα λαλῶ· 29καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον ⸋ὁ πατήρ,⸌ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· 32καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33Ἀπεκρίθησαν ⸆ ⸂αὐτῷ,⸃ Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. 35Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ ⸆ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38⸂Ἐγὼ ὃ⸃ ἑώρακα παρὰ τῷ πατρί ⸋μου,⸌ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ 2ὃ ἑωράκατε⸃ παρὰ ⸂ 3τῷ πατρὶ⸃ ⸋ 2ὑμῶν,⸌ ποιεῖτε. 39Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, ⸂Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.⸃ 40Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον ⸋οὖν⸌ αὐτῷ, Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα·⸃ ἕνα πατέρα ἔχομεν, τὸν θεόν. 42Εἶπεν ⸋οὖν⸌ αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν. 43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44Ὑμεῖς ἐκ ⸋τοῦ⸌ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ⸋δὲ⸌ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 48Ἀπεκρίθησαν ⸋οὖν⸌ οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις; 49Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις ⸂τὸν λόγον τὸν ἐμὸν⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52Εἶπον ⸋οὖν⸌ αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ ⸂γεύσηται⸃ θανάτου εἰς τὸν αἰῶνα. 53Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ⸋σὺ⸌ ποιεῖς; 54Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ ⸂δοξάζω⸃ ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ⸂ 2ἡμῶν⸃ ἐστιν, 55καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸂ὑμῶν,⸃ ψεύστης· ἀλλ᾽ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; 58Εἶπεν αὐτοῖς ⸋ὁ⸌ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. 59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ⸂διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.⸃

Você sabia?
Luz, lei e Abraão
- João 8 começa com Jesus indo ao monte das Oliveiras e voltando, de manhã cedo, aos pátios do templo, onde se senta e ensina o povo que se reúne. O monte das Oliveiras é uma serra a leste de Jerusalém, separada da cidade pelo vale do Cedrom, e recebe esse nome por causa das oliveiras que cobrem suas encostas.Fontes: o próprio texto bíblico · Mount of Olives
- Escribas e fariseus trazem uma mulher surpreendida em adultério e perguntam a Jesus o que ele diz sobre a ordem de Moisés, na Lei, de apedrejar tal mulher, buscando pô-lo à prova e obter base para acusá-lo. Ainda nos pátios do templo, perto do tesouro, Jesus diz mais tarde: "Eu sou a luz do mundo". Uma lista datada de eventos situa os dois episódios em 29 d.C., cada um com duração de um dia.Fontes: o próprio texto bíblico · Woman Caught in Adultery · Light of the World/I am discourse
- Quando Jesus diz que a verdade os libertará, seus ouvintes respondem que são descendentes de Abraão e que nunca foram escravos de ninguém. Abraão é chamado "pai de uma multidão"; era filho de Terá e herdeiro das promessas. Depois que Jesus declara "antes de Abraão nascer, eu sou", eles apanham pedras para atirar nele.Fontes: o próprio texto bíblico · Abraham
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Mount of Olives · 31.778, 35.246 · versículo 1
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org