João 21
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν ⸋πάλιν⸌ ⸋ 2ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς ⸆ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ⸂ἐνέβησαν⸃ εἰς τὸ πλοῖον ⸋εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4Πρωΐας δὲ ἤδη ⸂γενομένης⸃ ἔστη ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5Λέγει οὖν αὐτοῖς ⸋ὁ⸌ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸂ἴσχυσαν⸃ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11Ἀνέβη ⸆ Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον ⸂ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς ⸋δὲ⸌ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13Ἔρχεται ⸋οὖν⸌ ⸋ 2ὁ⸌ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸋ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς ⸋ 2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.
15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ ⸂ 2πρόβατά⸃ μου. 17Λέγει αὐτῷ τὸ τρίτον, Σίμων ⸂Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ ⸂ 2εἶπεν⸃ αὐτῷ, Κύριε, ⸉σὺ πάντα⸊ οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Βόσκε τὰ ⸂ 3πρόβατά⸃ μου. 18Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸉σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις. 19Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. 20Ἐπιστραφεὶς ⸋δὲ⸌ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21Τοῦτον ⸆ ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ ⸉ἀκολούθει μοι.⸊ 23Ἐξῆλθεν οὖν ⸉ὁ λόγος οὗτος⸊ εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· ⸂καὶ οὐκ εἶπεν⸃ αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ⸆ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ⸉ἐστιν ἡ μαρτυρία αὐτοῦ.⸊ 25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸂ὅσα⸃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον ⸂ 2χωρῆσαι⸃ τὰ γραφόμενα βιβλία. ⸋Ἀμήν.⸌

Você sabia?
Café da manhã à beira do mar de Tiberíades
- Entre os reunidos à beira do mar de Tiberíades estavam Tomé, também chamado Dídimo — o equivalente grego de seu nome hebraico, que significa “gêmeo” — e Natanael, de Caná da Galileia, cujo nome significa “dom de Deus”. Natanael só é nomeado no Evangelho de João, que nunca inclui Bartolomeu na lista, e os dois têm sido identificados um com o outro. Também estavam ali os filhos de Zebedeu, Tiago e João, cujo pai era um pescador galileu, com dois barcos e servos contratados.Fontes: o próprio texto bíblico · Thomas · Nathanael · Zebedee
- Simão Pedro, que convida os outros a ir pescar, tinha sido treinado nesse ofício. Três vezes Jesus se dirige a ele como “Simão, filho de João”. O Easton's Bible Dictionary (1897) diz que o nome do pai deve ser lido “João”, como na Revised Version, e não “Jonas”.Fontes: o próprio texto bíblico · Simon Peter · Jonas
- Caná, cidade da Galileia perto de Cafarnaum e terra natal de Natanael, não é mencionada no Antigo Testamento. Alguns a identificam com Kana el-Jelil, oito ou nove milhas ao norte de Nazaré; outros, com Kefr Kenna, cerca de cinco milhas a nordeste de Nazaré e doze milhas em linha reta de Tiberíades. Natanael estava entre aqueles a quem Jesus se mostrou vivo depois da ressurreição, no mar de Tiberíades, e o capítulo chama essa ocasião de terceira aparição desse tipo aos discípulos.Fontes: o próprio texto bíblico · Cana · Nathanael
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org