João 15
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. 2Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα ⸉πλείονα καρπὸν⸊ φέρῃ. 3Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. 4Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ ⸂μείνῃ⸃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ ⸂ 2μείνητε.⸃ 5Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6Ἐὰν μή τις ⸂μείνῃ⸃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς ⸋τὸ⸌ πῦρ βάλλουσιν, καὶ καίεται. 7Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸂αἰτήσεσθε,⸃ καὶ γενήσεται ὑμῖν. 8Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ ⸂γενήσεσθε⸃ ἐμοὶ μαθηταί. 9Καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸉ἠγάπησα ὑμᾶς·⸊ μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸂μείνῃ,⸃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. 12Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. 13Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε ⸂ὅσα⸃ ἐγὼ ἐντέλλομαι ὑμῖν. 15Οὐκέτι ⸉ὑμᾶς λέγω⸊ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. 17Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸋ὑμῶν⸌ μεμίσηκεν. 19Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂ὑμῖν⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23Ὁ ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ. 24Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸂πεποίηκεν,⸃ ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25Ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸉γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν⸊ ὅτι Ἐμίσησάν με δωρεάν.
26Ὅταν ⸋δὲ⸌ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.

Você sabia?
A videira verdadeira, a amizade e o mundo
- Neste capítulo, Jesus chama a si mesmo de videira verdadeira e a seu Pai de quem cuida da vinha. Os ramos que não dão fruto são cortados, e os que dão fruto são podados para que se tornem ainda mais frutíferos. Ele diz que nenhum ramo pode dar fruto se não permanecer na videira, e que, separados dele, os ouvintes nada podem fazer.Fontes: o próprio texto bíblico
- Jesus diz aos ouvintes que já não os chama de servos, porque o servo não entende o que o seu senhor está fazendo. Ele os chama de amigos, porque lhes deu a conhecer tudo o que aprendeu do Pai. Diz também que não foram eles que o escolheram; foi ele quem os escolheu e os designou para dar fruto que permaneça.Fontes: o próprio texto bíblico
- Jesus afirma que o mundo odeia aqueles que ele escolheu do meio do mundo, e que o mundo o odiou primeiro. Ele lembra uma palavra que já havia dito: “Nenhum servo é maior do que o seu senhor”, e diz que esse ódio cumpre o que está escrito na Lei deles: “Odiaram-me sem motivo”. Promete ainda o Advogado, o Espírito da verdade que procede do Pai, o qual dará testemunho a respeito dele.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org