1 Pedro 3
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Ὁμοίως, ⸋αἱ⸌ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, ⸋ 2καὶ⸌ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος· 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ ⸉πρᾳέος καὶ ἡσυχίου⸊ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸂ἐπὶ⸃ ⸆ θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· 6ὡς Σάρρα ⸂ὑπήκουσεν⸃ τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸂συγκληρονόμοι⸃ χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸂φιλόφρονες·⸃ 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, ⸋εἰδότες⸌ ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. 10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ ⸉ἰδεῖν ἡμέρας⸊ ἀγαθάς, παυσάτω ⸂τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ⸃ τοῦ μὴ λαλῆσαι δόλον· 11ἐκκλινάτω ⸆ ἀπὸ κακοῦ, καὶ ⸂ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην,⸃ καὶ διωξάτω αὐτήν. 12Ὅτι ⸂ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ⸃ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ⸂μιμηταὶ⸃ γένησθε; 14Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε· 15⸂κύριον δὲ τὸν θεὸν⸃ ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι ⸋δὲ⸌ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ⸆ μετὰ πρᾳΰτητος καὶ φόβου· 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ ⸂καταλαλοῦσιν ὑμῶν⸃ ⸋ὡς κακοποιῶν,⸌ καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν ⸂ 2τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.⸃ 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ ⸂θέλοι⸃ τὸ θέλημα τοῦ θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας. 18Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸂ἔπαθεν,⸃ δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸂ 2ὑμᾶς⸃ προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς ⸂ 3μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,⸃ 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε, ὅτε ⸂ἀπεξεδέχετο⸃ ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ⸂ 2ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί,⸃ διεσώθησαν δι᾽ ὕδατος· 21ὃ ⸂ἀντίτυπον νῦν καὶ ἡμᾶς⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ, 22ὅς ἐστιν ἐν δεξιᾷ ⸋τοῦ⸌ θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Você sabia?
Conduta, sofrimento e esperança
- Em 1 Pedro 3, a carta lembra as mulheres santas do passado, que puseram sua esperança em Deus e foram submissas a seus maridos, e nomeia Sara, que obedeceu a Abraão e o chamou de senhor. Diz a elas que são filhas de Sara se fizerem o que é certo e se recusarem a ceder ao medo. O dicionário bíblico de Easton (1897) diz que Sara significa “Princesa” e que esse nome lhe foi dado quando se anunciou que ela seria a mãe do filho prometido.Fontes: o próprio texto bíblico · Sarah
- Abraão, o marido a quem Sara obedeceu e a quem chamou de senhor, é descrito pelo dicionário bíblico de Easton (1897) como “Pai de uma multidão”. O mesmo verbete o chama de filho de Terá e herdeiro das promessas.Fontes: o próprio texto bíblico · Abraham
- O capítulo também retoma os dias de Noé, quando Deus esperou pacientemente enquanto a arca era construída e apenas oito almas foram salvas por meio da água; a carta diz que essa água simboliza o batismo. O dicionário bíblico de Easton (1897) apresenta o nome Noé com o sentido de “Descanso” e nomeia seus três filhos como Sem, Cam e Jafé.Fontes: o próprio texto bíblico · Noah
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org