1 Coríntios 9
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1⸉Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;⸊ Οὐχὶ ⸂Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν⸃ ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; 2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς ⸂τῆς ἐμῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. 3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν ⸉αὕτη ἐστίν.⸊ 4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς; 6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν ⸋τοῦ⸌ μὴ ἐργάζεσθαι; 7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ ⸂ἐκ τοῦ καρποῦ⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸋Ἢ⸌ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ ⸂οὐχὶ καὶ ὁ νόμος ταῦτα⸃ λέγει; 9Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; 10Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸉ἐπ᾽ ἐλπίδι ὀφείλει⸊ ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ⸂τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.⸃ 11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12Εἰ ἄλλοι τῆς ⸉ἐξουσίας ὑμῶν⸊ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ⸉ 2ἐγκοπήν τινα⸊ δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ. 13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ⸆ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸂προσεδρεύοντες⸃ τῷ θυσιαστηρίῳ συμμερίζονται; 14Οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν. 15Ἐγὼ δὲ ⸂οὐδενὶ ἐχρησάμην⸃ τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ⸂ 2ἵνα τις κενώσῃ.⸃ 16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ ⸂δέ⸃ μοι ἐστίν, ἐὰν μὴ ⸂ 2εὐαγγελίζωμαι.⸃ 17Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18Τίς οὖν ⸂μοί⸃ ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον ⸋τοῦ χριστοῦ,⸌ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. 20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸆ ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ⸂ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ,⸃ ἵνα κερδήσω ⸆ ἀνόμους. 22Ἐγενόμην τοῖς ἀσθενέσιν ⸋ὡς⸌ ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα ⸋ 2τὰ⸌ πάντα, ἵνα πάντως τινὰς σώσω. 23⸂Τοῦτο⸃ δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε. 25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26Ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· 27ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

Você sabia?
Um apóstolo que recusa o sustento
- A tradição da Igreja atribui este capítulo a Paulo, que defende o seu apostolado diante de quem o examina, chama os seus leitores de selo do seu apostolado no Senhor e reivindica o direito à comida e à bebida e a uma esposa crente, como fazem os outros apóstolos, os irmãos do Senhor e Cefas. Ele diz que não usou esse direito, preferindo oferecer o evangelho de graça a criar obstáculo a ele.Fontes: o próprio texto bíblico
- Ele pergunta se ele e Barnabé são os únicos que precisam trabalhar para se sustentar, em vez de serem sustentados pelo evangelho. Barnabé, "filho da consolação", era o sobrenome de Joses, um levita natural de Chipre, que vendeu uma terra que possuía ali; o dicionário bíblico de Easton (1897) também diz que Barnabé apresentou Paulo aos apóstolos quando Paulo voltou a Jerusalém após a sua conversão.Fontes: o próprio texto bíblico · Barnabas
- Para defender a parte do trabalhador na colheita, ele cita a Lei de Moisés: "Não amordaces o boi enquanto ele debulha o cereal", e diz que o lavrador e o que debulha devem esperar participar da colheita. Acrescenta que os que trabalham no templo comem do alimento do templo e os que servem ao altar participam das ofertas, e que o Senhor determinou o mesmo tipo de sustento para os que anunciam o evangelho.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org