1 Coríntios 11
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
1Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ χριστοῦ.
2Ἐπαινῶ δὲ ὑμᾶς, ⸋ἀδελφοί,⸌ ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν· κεφαλὴ δὲ γυναικός, ὁ ἀνήρ· κεφαλὴ δὲ ⸆ χριστοῦ, ὁ θεός. 4Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν ⸂ἑαυτῆς·⸃ ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. 7Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸆ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· 10διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11Πλὴν ⸉οὔτε ἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός,⸊ ἐν κυρίῳ. 12Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14⸋Ἢ⸌ οὐδὲ ⸉αὐτὴ ἡ φύσις⸊ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστίν; 15Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. ⸆ 16Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ,⸃ ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε. 18Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ⸆ ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸆ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. 21Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ⸉ὑμῖν εἴπω;⸊ Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ. 23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον, 24καὶ εὐχαριστήσας ἔκλασεν, καὶ εἶπεν, ⸋Λάβετε, φάγετε,⸌ Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν ⸋ 2κλώμενον·⸌ τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ⸂ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26Ὁσάκις γὰρ ἂν ἐσθίητε⸃ ⸂τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο⸃ πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρι οὗ ⸋ἂν⸌ ἔλθῃ. 27Ὥστε ὃς ἂν ⸂ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου,⸃ ἔνοχος ἔσται ⸂ 2τοῦ σώματος καὶ τοῦ αἵματος⸃ τοῦ κυρίου. 28Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. 29Ὁ γὰρ ἐσθίων καὶ πίνων ⸋ἀναξίως,⸌ κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα ⸋ 2τοῦ κυρίου.⸌ 30Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. 31Εἰ ⸂γὰρ⸃ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. 32Κρινόμενοι δέ, ὑπὸ ⸆ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. 33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. 34Εἰ ⸋δέ⸌ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.

Você sabia?
A cabeça coberta e a Ceia do Senhor
- O capítulo apresenta uma ordem de cabeça: a cabeça de todo homem é Cristo, a cabeça da mulher é o homem, e a cabeça de Cristo é Deus. Diz também que, no Senhor, nem a mulher é independente do homem nem o homem da mulher, pois a mulher veio do homem e o homem nasce da mulher, e tudo vem de Deus. Quando oram ou profetizam, o homem que cobre a cabeça desonra a sua cabeça, e a mulher que a deixa descoberta desonra a sua, como se estivesse rapada; ela deve ter sobre a cabeça um sinal de autoridade por causa dos anjos, e se afirma que as igrejas de Deus não têm outro costume.Fontes: o próprio texto bíblico
- O escritor não tem elogio para as reuniões deles, que, segundo ele, fazem mais mal do que bem. Ele ouviu que há divisões quando se reúnem como igreja e, em parte, acredita nisso; cada um come à frente sem compartilhar, de modo que um fica com fome enquanto outro se embriaga, e por isso não é a Ceia do Senhor que eles comem. Manda que esperem uns pelos outros e que, se alguém tiver fome, coma em casa, para que a reunião não resulte em juízo.Fontes: o próprio texto bíblico
- Ele diz que recebeu do Senhor o que também transmitiu: na noite em que foi traído, o Senhor Jesus tomou o pão, deu graças, partiu-o e disse que era o seu corpo, por eles; depois da ceia, tomou o cálice e chamou-o de nova aliança no seu sangue, a ser celebrada em sua memória. Sempre que comem esse pão e bebem desse cálice, anunciam a morte do Senhor até que ele venha. Quem come ou bebe de modo indigno torna-se culpado de pecar contra o corpo e o sangue do Senhor; por isso cada um deve examinar-se a si mesmo, pois comer e beber sem discernir o corpo traz juízo.Fontes: o próprio texto bíblico
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Créditos e licença desta tradução
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fonte: http://ebible.org/grcsr/ · eBible.org