2 Samuel 11
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toque num versículo para ver as referências cruzadas.
1ΚΑΙ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ραββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ. 2καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 3καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν· οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου; 4καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ' αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 5καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν· ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 6καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ λέγων· ἀπόστειλον πρός με τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ. 7καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. 8καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ· κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 9καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 10καὶ ἀνήγγειλαν τῷ Δαυὶδ λέγοντες, ὅτι οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 11καὶ εἶπεν Οὐρίας πρὸς Δαυίδ· ἡ κιβωτὸς καὶ Ἰσραὴλ καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο. 12καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε. καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. 13καὶ ἐκάλεσεν αὐτὸν Δαυίδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιε καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 14καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. 15καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων· εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. 16καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 17καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος. 18καὶ ἀπέστειλεν Ἰωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 19καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων· ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 20καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι· τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; 21τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ' αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς· καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 22καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον· ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; 23καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ᾿ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης, 24καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλος σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 25καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον· τάδε ἐρεῖς πρὸς Ἰωάβ· μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν. 26καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 27καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα, ὃ ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου.

Você sabia?
Davi, Bate-Seba e Urias
- Urias é identificado como um hitita e pertencia ao grupo dos guerreiros de elite de Davi, os "valentes". Ao ser chamado a Jerusalém vindo do campo de batalha, recusou-se a desfrutar do conforto de sua casa por solidariedade aos seus companheiros e à Arca da Aliança, que estavam acampados em tendas no campo aberto.Fontes: o próprio texto bíblico · Uriah
- O cerco a Rabá, a principal cidade dos amonitas a leste do rio Jordão, serve de pano de fundo para este capítulo. Embora a primavera fosse a época costumeira em que os reis saíam para guerrear, Davi permaneceu em Jerusalém e confiou a campanha militar ao seu comandante Joabe.Fontes: o próprio texto bíblico · Rabbah · Joab
- Ao orientar seu mensageiro sobre as baixas ocorridas perto dos muros da cidade, Joabe citou o precedente militar da morte de Abimeleque em Tebes, onde uma mulher o matou lançando uma pedra de moinho do alto da muralha. O relato bíblico refere-se ao pai de Abimeleque, Gideão, pelo nome de Jerubesete.Fontes: o próprio texto bíblico · Jerubbesheth · Thebez
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Ammon · 31.955, 35.934 · versículo 1
- Jerusalem · 31.777, 35.234 · versículos 1, 12, 22
- Rabbah · Hoje: Amman · 31.955, 35.934 · versículo 1
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA The Old Testament in Ancient Greek, Septuagint translation Public Domain ℗ Orthodox Media Network Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ A Voice from the Heart of Mount Athos to the World Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet. Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions: * Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible. * Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms. We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world. We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission. * Our vision: To place a Bible in every Greek-speaking home, wherever it may be on earth. There are an estimated 17 million Greeks living in nearly 100 countries. * If you wish to support or partner with us, please contact: * [email protected] The Old Testament (Septuaginta) We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations. 2026-02-13
Fonte: http://ebible.org/grclxx/ · eBible.org