Nations Bible

1 Crônicas 6

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toque num versículo para ver as referências cruzadas.

1ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. 3υἱοὶ Καάθ· Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ. 4υἱοὶ Μεραρί· Μοολὶ καὶ Ὁμουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. 5τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ Ἰὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, 6Ἰωὰχ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ. 7υἱοὶ Καάθ· Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ. 8Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ, 9Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, Ὀζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. 10καὶ υἱοὶ Ἑλκανά, Ἀμασὶ καὶ Ἀχιμώθ, 11Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, 12Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἱερεὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ. 13υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ Ἀβιά. 14υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, 15Σαμαὰ υἱὸς αὐτοῦ, Ἀγγία υἱὸς αὐτοῦ, Ἀσαΐας υἱὸς αὐτοῦ. 16καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 17καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 18καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωήλ, υἱοῦ Σαμουήλ, 19υἱοῦ Ἑλκανά, υἱοῦ Ἱερεβὰμ υἱοῦ Ἐλιὴλ υἱοῦ Θοοὺ 20υἱοῦ Σοὺφ υἱοῦ Ἑλκανὰ υἱοῦ Μαὰθ υἱοῦ Ἀμαθὶ 21υἱοῦ Ἑλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανία 22υἱοῦ Θαὰθ υἱοῦ Ἀσὴρ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορὲ 23υἱοῦ Ἰσάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ Ἰσραήλ. 24καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ 25υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία 26υἱοῦ Ἀθανὶ υἱοῦ Ζαραΐ υἱοῦ Ἀδαΐ 27υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ 28υἱοῦ Ἰεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. 29καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ Ἀβαΐ υἱοῦ Μαλὼχ 30υἱοῦ Ἀσεβὶ υἱοῦ Ἀμεσία υἱοῦ Χελκίου 31υἱοῦ Ἀμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ 32υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί. 33καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. 34καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. 35καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ, 36Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, 37Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ, 38Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμάας υἱὸς αὐτοῦ. 39καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ τοῦ Κααθὶ ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος 40καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· 41καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή. 42καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς 43καὶ τὴν Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς 44καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. 45καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. 46καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. 47καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσάχαρ, ἐκ φυλῆς Ἀσήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. 48καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο. 49καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 50καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος. 51καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ. 52καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς 53καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς 54καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς 55καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. 56τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· 57καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς 58καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς· 59καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀβδὼν καὶ τὰ περισπόρια αὐτῆς 60καὶ τὴν Ἀκὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς· 61καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς. 62τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, 63ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς 64καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς 65καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς 66καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.

Ilustração artística — interpretação, não registro histórico.

Você sabia?

A Linhagem e os Deveres da Tribo de Levi

  • A genealogia dos sumos sacerdotes neste capítulo estende-se de Arão e seu filho Eleazar, passando por Zadoque, até Jeozadaque, que foi levado para o cativeiro quando Nabucodonosor exilou o povo de Judá e Jerusalém.Fontes: o próprio texto bíblico · Aaron · Eleazar
  • O rei Davi organizou a música do santuário nomeando líderes dos três ramos principais de Levi: Hemã representando os coatitas, Asafe entre os gersonitas e Etã entre os meraritas.Fontes: o próprio texto bíblico · Kohath · Gershon · Merari
  • Em vez de receberem um único território contínuo como as outras tribos, os levitas receberam cidades específicas, centros de refúgio e pastagens ao redor, distribuídos por todas as terras tribais de Israel.Fontes: o próprio texto bíblico

Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.

Lugares deste capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 10, 15, 32
  • Most Holy Place · Hoje: on Mount Moriah · 31.778, 35.236 · versículo 49
  • Hebron · Hoje: Tel Rumeida · 31.525, 35.102 · versículos 55, 57
  • Jattir · Hoje: Khirbet Attir · 31.352, 35.016 · versículo 57
  • Gibeon · Hoje: El Jib · 31.847, 35.183 · versículo 60
  • Bashan · 32.781, 35.935 · versículos 62, 71
  • Jordan · Hoje: Jordan River · 31.761, 35.558 · versículos 62, 78
  • Gezer · Hoje: Tel Gezer · 31.859, 34.919 · versículo 67
  • Shechem · Hoje: Tell Balatah · 32.214, 35.282 · versículo 67
  • Beth-horon · Hoje: Beit Ur al Tahta · 31.895, 35.084 · versículo 68
  • Galilee · 32.760, 35.527 · versículo 76
  • Jokneam · Hoje: Tel Yokneam · 32.664, 35.108 · versículo 77
  • Rimmono · Hoje: Rumana · 32.788, 35.311 · versículo 77
  • Jericho · Hoje: Tell es Sultan · 31.872, 35.445 · versículo 78
  • Gilead · Hoje: Gilead 1 · 32.187, 35.692 · versículo 80
  • Ramoth · Hoje: Tall er Rumeith · 32.500, 36.015 · versículo 80

Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos e licença desta tradução
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
The Old Testament in Ancient Greek, Septuagint translation
Public Domain
℗ Orthodox Media Network
Language: Ελληνικά (Greek, Ancient)
Dialect: Koine
ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ
A Voice from the Heart of Mount Athos to the World
Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet.
Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions:
* Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible.
* Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms.
We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world.
We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission.
* Our vision:
To place a Bible in every Greek-speaking home, wherever it may be on earth.
There are an estimated 17 million Greeks living in nearly 100 countries.
* If you wish to support or partner with us, please contact:
* [email protected]
The Old Testament (Septuaginta)
We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations.
2026-02-13

Fonte: http://ebible.org/grclxx/ · eBible.org

Fale com a gente

Conte de onde você lê, como a Bíblia tem te ajudado ou o que podemos melhorar. Lemos todas as mensagens.