João 18
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
Betrayal and arrest
1Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Jesus knocks the soldiers down with His word
4Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς, «Τίνα ζητεῖτε;» 5Ἀπεκρίθησαν αὐτῷ, «Ἰησοῦν τὸν Ναζωραῖον.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐγώ εἰμι.» (Εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, μετ᾿ αὐτῶν.) 6Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι «Ἐγώ εἰμι,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. 7Πάλιν οὖν αὐτοὺς ἐπηρώτησεν, «Τίνα ζητεῖτε;» Οἱ δὲ εἶπον, «Ἰησοῦν τὸν Ναζωραῖον.» 8Ἀπεκρίθη Ἰησοῦς· «Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν» 9(ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι «Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα»).
10Σίμων οὖν Πέτρος, ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. (Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.) 11Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· «Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;»
To Annas first
12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν. 13Καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14(Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.)
Peter denies Jesus
15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. 16Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. 17Λέγει οὖν ἡ παιδίσκη, ἡ θυρωρός, τῷ Πέτρῳ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;» Λέγει ἐκεῖνος, «Οὐκ εἰμί.» 18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
Caiaphas interrogates Jesus
19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· «Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ. Ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21Τί με ἐπερωτᾷς; Ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. Ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.» 22Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;» 23Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δαίρεις;» 24(Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.)
Peter again
25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;» Ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν, «Οὐκ εἰμί.» 26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, «Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;» 27Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Crucifixion day
Jesus taken to Pilate
28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσιν τὸ Πάσχα. 29Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπεν, «Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;» 30Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» 31Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα» 32(ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν).
Pilate and Jesus
33Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;» 34Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Ἀφ᾿ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;» 35Ἀπεκρίθη ὁ Πιλᾶτος· «Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σόν, καὶ οἱ ἀρχιερεῖς, παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;» 36Ἀπεκρίθη Ἰησοῦς· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.» 37Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, «Οὐκοῦν βασιλεὺς εἶ σύ;» Ἀπεκρίθη Ἰησοῦς· «Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ· ἐγὼ εἰς τοῦτο γεγέννημαι. Καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ Ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς Ἀληθείας ἀκούει μου τῆς φωνῆς.» 38Λέγει αὐτῷ ὁ Πιλᾶτος, «Τί ἐστιν ἀλήθεια;»
Barabbas
Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· «Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 39Ἔστιν δὲ συνήθεια ἡμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα. Βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν Βασιλέα τῶν Ἰουδαίων;» 40Ἐκραύγασαν οὖν πάντες, λέγοντες, «Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.» Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Você sabia?
A prisão e os julgamentos
- Jesus saiu com os discípulos, atravessou o vale do Cedrom e entrou num jardim que Judas, seu traidor, já conhecia, porque Jesus muitas vezes se reunia ali com eles. O Dicionário Bíblico de Easton (1897) chama o Cedrom de “a torrente negra”, o riacho que corre pela ravina abaixo da muralha oriental de Jerusalém.Fontes: o próprio texto bíblico · Brook Kidron
- Os soldados e os oficiais levaram Jesus primeiro a Anás, sogro de Caifás, o sumo sacerdote naquele ano, e Anás depois o enviou, ainda amarrado, a Caifás. O Dicionário Bíblico de Easton (1897) diz que Anás fora sumo sacerdote de 7 a 14 d.C. e foi deposto pelo procurador romano; contudo, como a lei mosaica tornava o cargo vitalício, os judeus ainda podiam considerá-lo legalmente sumo sacerdote. O mesmo dicionário identifica Caifás como saduceu, no cargo durante toda a administração de Pilatos, e lembra que ele já havia aconselhado que seria melhor que um só homem morresse pelo povo.Fontes: o próprio texto bíblico · Annas · Caiaphas
- Pôncio Pilatos, o sexto procurador romano da Judeia (26–36 d.C.), tinha sede em Cesareia, mas subia com frequência a Jerusalém; naquela madrugada ele saiu do Pretório porque os judeus não queriam entrar e arriscar ficar impuros, impedidos de comer a Páscoa. Ofereceu soltar um preso na Páscoa, dizendo que era costume deles, mas exigiram Barrabás. Este capítulo chama Barrabás de insurreto, enquanto o Dicionário Bíblico de Easton (1897) o chama de ladrão notório e explica o nome como “filho de Abba” ou “filho de um pai”.Fontes: o próprio texto bíblico · Pontius Pilate · Barabbas
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Kidron · Hoje: Kidron River · 31.780, 35.240 · versículo 1
- Nazareth · 32.702, 35.298 · versículos 5, 7
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη The Greek New Testament According to Family 35, Wilbur Pickering Copyright © 2020 Wilbur N. Pickering Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine Contributor: Dwayne Green, Robert A. Boyd This translation is made available to you under the terms of the Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0. You may share and redistribute this Bible translation or extracts from it in any format, provided that: You include the above copyright and source information. You do not sell this work for a profit. You do not change any of the words or punctuation of the Scriptures. Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents. For other uses, please contact the respective copyright owners. 2026-08-08
Fonte: http://ebible.org/grcf35/ · eBible.org