João 12
Η Καινή Διαθήκη · Toque num versículo para ver as referências cruzadas.
The last week
Mary anoints Jesus’ feet
1Ὁ οὖν Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος (ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν). 2Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ—καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου, πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ. Ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Judas has a problem
4Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης (ὁ μέλλων αὐτὸν παραδιδόναι), 5«Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» 6(Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν.) 7Εἶπεν οὖν ὁ Ἰησοῦς· «Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.»
Lazarus is a problem
9Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
The ‘Triumphal’ Entry
12Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ. Καὶ ἔκραζον· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Βασιλεὺς τοῦ Ἰσραήλ.» 14Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτῷ· καθώς ἐστιν γεγραμμένον· 15«Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδού, ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.» 16(Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.)
17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· «Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.»
Some Greeks
20Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, «Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.» 22Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ. 23Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· «Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ, ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καί, ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.
A Voice out of Heaven
27»Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω—‹Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης›; Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην— 28‹Πάτερ, δόξασόν σου τὸ ὄνομα.› » Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» 29Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, «Ἄγγελος αὐτῷ λελάληκεν.» 30Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· «Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. 31Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32Κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» 33(Τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.) 34Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ‹Δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου›; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;»
35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστιν. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
An editorial comment
37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· 38ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» 39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40«Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν, καὶ ἰάσωμαι αὐτούς.» 41Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.
42Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
The last public word
44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿ εἰς τὸν πέμψαντά με. 45Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46Ἐγώ, φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47Καί, ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον. 48Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν—ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾿ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκεν, τί εἴπω καὶ τί λαλήσω. 50Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.»

Você sabia?
A unção em Betânia e a entrada em Jerusalém
- Betânia, onde Jesus chegou seis dias antes da Páscoa, ficava a cerca de duas milhas a leste de Jerusalém, na encosta sudeste do monte das Oliveiras, à beira da estrada para Jericó, e recebeu o nome das palmeiras que cresciam ali. Era o lar de Lázaro, a quem Jesus havia ressuscitado dos mortos depois de quatro dias no túmulo, e de suas irmãs Marta e Maria; os principais sacerdotes planejaram matar Lázaro também, porque por causa dele muita gente estava crendo em Jesus.Fontes: o próprio texto bíblico · Bethany · Lazarus
- Num jantar em que Marta servia e Lázaro se reclinava à mesa, Maria ungiu os pés de Jesus com cerca de uma pinta de perfume caro feito de nardo puro e os enxugou com os cabelos, de modo que a casa ficou cheia da fragrância. Judas Iscariotes, filho de Simão, cujo sobrenome significa um homem de Kerioth, perguntou por que o perfume não foi vendido por trezentos denários para os pobres; ele era ladrão e, como responsável pela bolsa, costumava tirar do que era colocado nela, e ia trair Jesus.Fontes: o próprio texto bíblico · Judas Iscariot · Simon
- No dia seguinte, a grande multidão que viera para a festa tomou ramos de palmeira e saiu ao encontro de Jesus, que vinha para Jerusalém sentado num jumentinho, gritando louvor ao Rei de Israel, como está escrito a respeito da Filha de Sião. Sião era o monte sudeste de Jerusalém, onde Davi construiu uma cidadela e um palácio depois de tomá-lo, de modo que se tornou a cidade de Davi. A princípio seus discípulos não entenderam essas coisas, mas, depois que Jesus foi glorificado, lembraram-se de que elas também tinham sido escritas a respeito dele.Fontes: o próprio texto bíblico · Zion
Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.
Lugares deste capítulo
- Jerusalem · 31.777, 35.234 · versículos 11, 12, 20
- Zion · Hoje: Jerusalem · 31.777, 35.234 · versículo 15
- Galilee · 32.760, 35.527 · versículo 21
Só aparecem lugares com identificação de alta confiança (90% ou mais segundo as fontes acadêmicas reunidas pelo OpenBible). Mapa da época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa atual: © colaboradores do OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos e licença desta tradução
Η Καινή Διαθήκη The Greek New Testament According to Family 35, Wilbur Pickering Copyright © 2020 Wilbur N. Pickering Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine Contributor: Dwayne Green, Robert A. Boyd This translation is made available to you under the terms of the Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0. You may share and redistribute this Bible translation or extracts from it in any format, provided that: You include the above copyright and source information. You do not sell this work for a profit. You do not change any of the words or punctuation of the Scriptures. Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents. For other uses, please contact the respective copyright owners. 2026-08-08
Fonte: http://ebible.org/grcf35/ · eBible.org