Nations Bible

1 Samuel 18

μετάφραση των εβδομήκοντα · Toque num versículo para ver as referências cruzadas.

6Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις, καὶ ἐν χαρμοσύνῃ, καὶ ἐν κυμβάλοις. 7Καὶ ἐξῆρχον αἱ γυναῖκες, καὶ ἔλεγον, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ. 8Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε, τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας, καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.

12Καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυὶδ, 13καὶ ἀπέστησεν αὐτὸν ἀπʼ αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. 14Καὶ ἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετʼ αὐτοῦ. 15Καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16Καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυὶδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.

20Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ. 21Καὶ εἶπε Σαοὺλ, δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον· καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. 22Καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ, λέγων, λαλήσατε ὑμεῖς λάθρα τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεὺς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23Καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπε Δαυὶδ, εἰ κούφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κᾀγὼ ἀνὴρ ταπεινὸς, καὶ οὐχὶ ἔνδοξος. 24Καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ. 25Καὶ εἶπε Σαοὺλ, τάδε ἐρεῖτε τῷ Δαυὶδ, οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλʼ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26Καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ῥήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.

27Καὶ ἀνέστη Δαυὶδ, καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας· καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28Καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. 29Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι.

Ilustração artística — interpretação, não registro histórico.

Você sabia?

O sucesso de Davi e o ciúme de Saul

  • Jônatas, o filho mais velho do rei Saul, formou um vínculo profundo com Davi e fez uma aliança com ele. Para selar essa amizade, Jônatas entregou a Davi seu próprio manto real, sua túnica, espada, arco e cinto.Fontes: Jonathan · o próprio texto bíblico
  • A celebração pública das vitórias militares de Davi despertou o ciúme duradouro de Saul. Quando as mulheres das cidades de Israel cantaram que Saul havia ferido milhares e Davi dez milhares, Saul ficou desconfiado e temeu perder o trono para ele.Fontes: o próprio texto bíblico
  • Embora Saul tenha inicialmente prometido sua filha mais velha Merabe a Davi, ela foi dada em casamento a Adriel de Meolá. Saul então ofereceu sua filha mais nova Mical, exigindo como dote cem prepúcios de filisteus na esperança de que Davi morresse em batalha.Fontes: Merab · Michal · Adriel · o próprio texto bíblico

Notas escritas com auxílio de IA a partir de fontes abertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, domínio público) e revisadas antes de publicar.

Créditos e licença desta tradução
μετάφραση των εβδομήκοντα
The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton
Public Domain
Language: Ἑλληνική (Greek, Ancient)
Dialect: Koine
2026-04-08

Fonte: http://ebible.org/grcbrent/ · eBible.org

Fale com a gente

Conte de onde você lê, como a Bíblia tem te ajudado ou o que podemos melhorar. Lemos todas as mensagens.