Nations Bible

Hebreos 2

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν. 2Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, 4συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.

5Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. 6Διεμαρτύρατο δέ πού τις λέγων,

Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ;

Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;

7Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους·

δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,

καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·

8πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. 9Τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

10Ἔπρεπε γὰρ αὐτῷ, δι᾿ ὃν τὰ πάντα, καὶ δι᾿ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 11Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12λέγων,

Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,

ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

13Καὶ πάλιν,

Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ.

Καὶ πάλιν,

Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.

14Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, 15καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. 16Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Compartiendo la humanidad, coronado por el sufrimiento

  • Hebreos 2 recuerda que el mensaje hablado por ángeles era obligatorio y que toda transgresión y desobediencia recibió su justo castigo, y luego pregunta cómo podrá escapar quien descuide una salvación tan grande. Esa salvación fue anunciada primero por el Señor, confirmada a nosotros por quienes lo oyeron y afirmada por Dios mediante señales, prodigios, diversos milagros y dones del Espíritu Santo repartidos según su voluntad.Fuentes: el propio texto bíblico
  • El capítulo cita un testimonio de que el hombre fue hecho un poco menor que los ángeles, coronado de gloria y honra, con todo puesto bajo sus pies. Cuando Dios le sometió todas las cosas, nada dejó fuera de su control; sin embargo, en el presente no vemos todo sujeto a él. Jesús, hecho un poco menor que los ángeles, ahora es coronado de gloria y honra porque sufrió la muerte, para que por la gracia de Dios probara la muerte por todos.Fuentes: el propio texto bíblico
  • Hebreos 2 dice que Jesús no socorre a los ángeles, sino a los descendientes de Abraham, y que tuvo que ser hecho semejante a sus hermanos en todo, para llegar a ser un sumo sacerdote misericordioso y fiel al servicio de Dios, a fin de hacer expiación por los pecados del pueblo. Abraham, hijo de Taré, es llamado padre de una multitud y descrito como el heredero de las promesas.Fuentes: el propio texto bíblico · Abraham

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
The Greek Textus Receptus New Testament with manuscript annotations by Adam Boyd
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Manuscript comparison footnotes dedicated to the Public Domain by Adam Boyd. The Greek Textus Receptus New Testament is firmly in the Public Domain due to its age.
2026-10-02

Fuente: http://ebible.org/grctr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.