Hechos 26
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
Paul’s Defense Before Agrippa
1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα, 2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, 3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου.
4Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι 5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, 7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενίᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. 8τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. 11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Paul Tells of His Conversion and Commission
12Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, 13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15ἐγὼ δὲ εἶπον, Τίς εἶ, Κύριε; ὁ δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι, 17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω 18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Paul Tells of His Preaching to Jews and Gentiles
19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ 20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25ὁ δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ, λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. 29ὁ δὲ Παῦλος εἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. 32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

¿Sabías que…?
La defensa de Pablo ante el rey Agripa
- El Diccionario Bíblico de Easton (1897) identifica al Agripa de esta audiencia como Agripa II, nacido en Roma en el año 27 d.C. y hermano de Berenice y Drusila. La obra registra que el emperador Claudio lo nombró superintendente del Templo de Jerusalén en el 48 d.C. y gobernador de Calcis en el 50 d.C., y después rey sobre la tetrarquía de Felipe y Lisanias. Ese trasfondo ilumina la apelación de Pablo a la familiaridad del rey con las costumbres y las controversias judías, y Berenice, hermana de Agripa, estaba presente y se levantó con el rey y el gobernador cuando terminó la audiencia.Fuentes: Agrippa · Bernice · el propio texto bíblico
- Festo, que había sucedido a Félix como procurador de Judea, oyó a Pablo en Cesarea en presencia de Herodes Agripa II y de Berenice. No halló en él nada digno de muerte o de prisión y lo habría puesto en libertad, pero Pablo había apelado al César; por eso Festo lo envió a Roma.Fuentes: Portius Festus · el propio texto bíblico
- Pablo le cuenta a Agripa que, alrededor del mediodía, en el camino a Damasco, vio una luz del cielo, más brillante que el sol, que brillaba alrededor de él y de sus compañeros, y oyó una voz en hebreo que lo llamaba Saulo. Damasco está a unas 133 millas al norte de Jerusalén. El Diccionario Bíblico de Easton (1897) dice que Saulo era su nombre hebreo y que el nombre Pablo probablemente también le fue dado en la infancia para usarlo en el mundo gentil; era natural de Tarso, capital de Cilicia, una provincia romana en el sureste de Asia Menor.Fuentes: Paul · Damascus · el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Jerusalem · 31.777, 35.234 · versículos 4, 10, 20
- Nazareth · 32.702, 35.298 · versículo 9
- Damascus · 33.511, 36.306 · versículos 12, 20
- Judea · Hoy: Judea 1 · 31.777, 35.234 · versículo 20
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη The New Testament in Ancient Greek with critical text notes Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Maurice A. Robinson Contributor: Robert Adam Boyd The Text-Critical Greek New Testament is based upon The New Testament in the Original Greek: Byzantine Textform 2018, compiled and arranged by Maurice A. Robinson and William G. Pierpont. The following disclaimer is printed in the The New Testament in the Original Greek: Byzantine Textform 2018: Anyone is permitted to copy and distribute this text or any portion of this text. It may be incorporated in a larger work, and/or quoted from, stored in a database retrieval system, photocopied, reprinted, or otherwise duplicated by anyone without prior notification, permission, compensation to the holder, or any other restrictions. All rights to this text are released to everyone and no one can reduce these rights at any time. Copyright is not claimed nor asserted for either the preface, notes, or the new and revised form of the Greek NT text of this edition, nor for the original form of such as initially released into the public domain by the editors, first as printed textual notes in 1979, continuous-text electronic form 1986–present, and in published editions from 1991, 2005, and 2010. The permitted use or reproduction of the Greek text or other material contained within this volume (whether by print, electronic media, or other form) does not imply doctrinal or theological agreement by the present editors and publisher with whatever views may be maintained or promulgated by other publishers. For the purpose of assigning responsibility, it is requested that the present editors’ names and the title associated with this text as well as this disclaimer be retained in any subsequent reproduction of this material. 2026-10-02
Fuente: http://ebible.org/grctcgnt/ · eBible.org