Romanos 14
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ⸂καὶ ὁ⸃ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. 4Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· ⸂δυνατὸς γάρ ἐστιν⸃ ⸂ 2ὁ θεὸς⸃ στῆσαι αὐτόν. 5Ὃς μὲν ⸆ κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. 6Ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ· ⸋καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ.⸌ ⸋ 2Καὶ⸌ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ. 7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. 8Ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. 9Εἰς τοῦτο γὰρ χριστὸς ⸂καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν,⸃ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι ⸂τοῦ χριστοῦ.⸃ 11Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ⸉πᾶσα γλῶσσα ἐξομολογήσεται⸊ τῷ θεῷ. 12Ἄρα ⸋οὖν⸌ ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ⸂δώσει⸃ ⸋ 2τῷ θεῷ.⸌ 13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14Οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι᾽ ⸂αὐτοῦ·⸃ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15Εἰ ⸂δὲ⸃ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ χριστὸς ἀπέθανεν. 16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· 17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. 18Ὁ γὰρ ἐν ⸂τούτοις⸃ δουλεύων τῷ χριστῷ εὐάρεστος τῷ θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. 19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ⸋ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.⸌ 22Σὺ πίστιν ⸆ ἔχεις; Κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
24⸋Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.⸌
¿Sabías que…?
La comida, los días y no juzgarse unos a otros
- Este capítulo vincula la fe débil con decisiones concretas: una persona tiene fe para comer de todo, mientras otra, que es débil, come solo verduras, y una persona considera cierto día por encima de los demás, mientras otra estima iguales todos los días. Quien come de todo no debe menospreciar a quien no come, y quien no come no debe juzgar a quien come, porque Dios lo ha aceptado.Fuentes: el propio texto bíblico
- Ya sea que alguien coma o se abstenga, u observe un día especial, el capítulo dice que cada uno lo hace para el Señor y da gracias a Dios. Nadie vive ni muere solo para sí: si vivimos, vivimos para el Señor, y si morimos, morimos para el Señor, pues Cristo murió y volvió a la vida para ser Señor tanto de los muertos como de los vivos.Fuentes: el propio texto bíblico
- El capítulo afirma una convicción personal de que nada es impuro en sí mismo, pero que si alguien considera algo impuro, entonces para esa persona lo es. Es mejor no comer carne ni beber vino que hacer tropezar al hermano, porque el reino de Dios no es cuestión de comer y beber, sino de justicia, paz y alegría en el Espíritu Santo.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org