Nations Bible

Apocalipsis 9

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. 2Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸂καιομένης,⸃ καὶ ⸂ 2ἐσκοτίσθη⸃ ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, ⸂καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4Καὶ ἐρρέθη αὐταῖς⸃ ἵνα μὴ ⸂ἀδικήσωσιν⸃ τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους ⸆ οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων ⸋αὐτῶν.⸌ 5Καὶ ἐδόθη ⸂αὐταῖς⸃ ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα ⸂ 2βασανισθῶσιν⸃ μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν ⸂ 3παίσῃ⸃ ἄνθρωπον. 6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ⸂ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ ⸂ 2οὐ μὴ⸃ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται⸃ ⸉ἀπ᾽ αὐτῶν ὁ θάνατος.⸊ 7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ⸂ὅμοια⸃ ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂ 2χρυσοῖ,⸃ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. 8Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. 9Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. ⸂Καὶ⸃ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂ 2ἐξουσίαν ἔχουσιν τοῦ⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11⸂Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν⸃ ⸆ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών, ⸂ 2ἐν δὲ⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. 12Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ⸂ἔρχεται⸃ ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν ⸋τεσσάρων⸌ κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14⸂λέγουσαν⸃ τῷ ἕκτῳ ἀγγέλῳ ⸂ 2ὁ ἔχων⸃ τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι ⸂εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν,⸃ ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16Καὶ ὁ ἀριθμὸς ⸋τῶν⸌ στρατευμάτων τοῦ ⸂ἵππου⸃ ⸂ 2μυριάδες μυριάδων·⸃ ⸆ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18⸂Ἀπὸ τῶν τριῶν ⸋πληγῶν⸌ τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου⸃ τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19⸂Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν,⸃ ⸋καὶ ἐν ταῖς οὐραῖς αὐτῶν·⸌ αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸂ 2ὄφεων,⸃ ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. 20Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸂οὐ⸃ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸂ 2προσκυνήσωσιν⸃ ⸂ 3τὰ δαιμόνια, καὶ τὰ εἴδωλα⸃ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸂ 4δύναται,⸃ οὔτε ἀκούειν, οὔτε περιπατεῖν· 21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν ⸂φαρμακειῶν⸃ αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

¿Sabías que…?

El abismo, el destructor y el Éufrates

  • En Apocalipsis 9, las langostas son gobernadas por el ángel del Abismo, llamado Abadón en hebreo y Apolión en griego. El Diccionario Bíblico de Easton (1897) explica el nombre hebreo como destrucción y el griego como destructor, y sugiere tomar la palabra como personificación de la idea de destrucción o como el Seol, el reino de los muertos. Señala que el término hebreo se traduce destrucción en Job y Proverbios, mientras que la Revised Version conserva Abaddon en los tres últimos de esos pasajes.Fuentes: el propio texto bíblico · Apollyon
  • En Apocalipsis 9, la sexta trompeta suelta a cuatro ángeles atados junto al gran río Éufrates. El Diccionario Bíblico de Easton (1897) da el nombre hebreo Perath, el asirio Purat y la forma persa cuneiforme Ufratush, de la que procede el griego Éufrates; dice que el nombre griego significa agua dulce y el asirio, la corriente o la gran corriente. En las Escrituras, el río es a menudo simplemente el río o el gran río, nombrado como uno de los ríos del Paraíso y como límite de la tierra prometida a los descendientes de Abraham.Fuentes: el propio texto bíblico · Euphrates
  • Apocalipsis 9 presenta la quinta trompeta como el primero de tres ayes. Sus langostas pueden atormentar a la gente durante cinco meses con un aguijón como el de un escorpión, pero no se les permite matar. Pasado ese ay, los caballos vistos en la sexta trompeta matan a un tercio de la humanidad con el fuego, el humo y el azufre que salen de sus bocas.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Euphrates · Hoy: Euphrates River · 31.004, 47.442 · versículo 14

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.