Apocalipsis 20
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2Καὶ ἐκράτησεν ⸂τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον,⸃ ὅς ἐστιν ⸂ 2διάβολος καὶ ὁ Σατανᾶς,⸃ ⸋ὁ πλανῶν τὴν οἰκουμένην ὅλην,⸌ καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν ⸆ καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸂πλανᾷ⸃ ⸉ἔτι τὰ ἔθνη,⸊ ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸋καὶ⸌ μετὰ ταῦτα δεῖ ⸉ 2αὐτὸν λυθῆναι⸊ μικρὸν χρόνον.
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν ⸂τὸ θηρίον, ⸂ 2οὐδὲ⸃ τὴν εἰκόνα⸃ αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ⸂ 3ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν·⸃ καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ ⸋τοῦ⸌ χριστοῦ ⸋ 2τὰ⸌ χίλια ἔτη. 5⸂Καὶ οἱ⸃ λοιποὶ τῶν νεκρῶν οὐκ ⸂ 2ἔζησαν⸃ ⸂ 3ἄχρι⸃ τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ⸂ὁ δεύτερος θάνατος⸃ οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ ⸆ χίλια ἔτη.
7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, ⸂τὸν Γὼγ καὶ τὸν Μαγώγ,⸃ συναγαγεῖν αὐτοὺς εἰς ⸋τὸν⸌ πόλεμον· ὧν ὁ ἀριθμὸς ⸆ ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,⸃ καὶ κατέφαγεν αὐτούς. 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου ⸋καὶ⸌ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11Καὶ εἶδον θρόνον ⸉μέγαν λευκόν,⸊ καὶ τὸν καθήμενον ⸂ἐπ᾽ αὐτόν,⸃ οὗ ἀπὸ ⸆ προσώπου ἔφυγεν ⸉ 2ἡ γῆ καὶ ὁ οὐρανός,⸊ καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12Καὶ εἶδον τοὺς νεκρούς, ⸂τοὺς μεγάλους καὶ τοὺς μικρούς,⸃ ἑστῶτας ἐνώπιον τοῦ ⸂ 2θρόνου,⸃ καὶ βιβλία ἠνεῴχθησαν· καὶ ⸉ἄλλο βιβλίον⸊ ἠνεῴχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13Καὶ ἔδωκεν ἡ θάλασσα ⸂τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς·⸃ καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ⸂ὁ θάνατος ὁ δεύτερός ἐστιν,⸃ ⸋ἡ λίμνη τοῦ πυρός.⸌ 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῷ βιβλίῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
¿Sabías que…?
Los mil años y el gran trono blanco
- La figura atada por mil años es llamada dragón, serpiente antigua, diablo y Satanás. Satanás significa adversario o acusador, y en el Nuevo Testamento el nombre se usa como equivalente de Diabolos, o el diablo; el Diccionario Bíblico de Easton (1897) señala que también se le llama dragón y serpiente antigua en Apocalipsis 12:9 y 20:2.Fuentes: Satan · el propio texto bíblico
- Cuando se cumplen los mil años, las naciones reunidas para la batalla reciben el nombre de Gog y Magog. En Génesis, Magog es el segundo de los hijos de Jafet; en Ezequiel, Gog lidera un ejército hostil venido de la tierra del norte, y Magog es una nación que el Diccionario Bíblico de Easton (1897) describe como probablemente un pueblo escita o tártaro, jinetes hábiles y expertos en el arco.Fuentes: Magog · Gog · el propio texto bíblico
- Jerónimo, citado por el Diccionario Bíblico de Easton (1897), entendía Magog como naciones escitas, feroces e innumerables, que vivían más allá del Cáucaso y del lago Maeotis, cerca del mar Caspio y hasta la India. La misma entrada trata la visión de Gog y Magog en Apocalipsis 20:8 como, en sustancia, un nuevo anuncio de la profecía de Ezequiel, y considera insatisfactorios e inadecuados los vínculos propuestos con las guerras de los Macabeos contra Antíoco, con los caldeos o con los turcos.Fuentes: Magog · Magog · Gog
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Gog · Hoy: Lydia · 38.488, 28.040 · versículo 8
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org