Apocalipsis 2
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1⸂Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· 2Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον ⸋σου,⸌ καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ⸂ἐπείρασας⸃ τοὺς ⸂ 2λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι⸃ καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς, 3⸉καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας⸊ διὰ τὸ ὄνομά μου ⸂καὶ οὐκ ἐκοπίασας.⸃ 4Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. 5Μνημόνευε οὖν πόθεν ⸂πέπτωκας,⸃ καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ⸂ 2ταχύ,⸃ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω ⸋αὐτῷ⸌ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν ⸂τῷ παραδείσῳ⸃ τοῦ θεοῦ ⸋ 2μου.⸌
8Καὶ ⸂τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9Οἶδά σου ⸋τὰ ἔργα καὶ⸌ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ⸂ἀλλὰ πλούσιος⸃ εἶ· καὶ τὴν βλασφημίαν ⸋ 2ἐκ⸌ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10⸂Μηδὲν⸃ φοβοῦ ἃ μέλλεις ⸂ 2παθεῖν·⸃ ἰδοὺ ⸋δή,⸌ μέλλει ⸂ 3βαλεῖν⸃ ⸉ὁ διάβολος ἐξ ὑμῶν⸊ εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ⸂ 4ἕξετε⸃ θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13Οἶδα ⸋τὰ ἔργα σου καὶ⸌ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ⸆ ἐν ταῖς ἡμέραις ⸋ 2ἐν αἷς⸌ Ἀντίπας ⸂ὁ μάρτυς μου, ὁ πιστός,⸃ ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ⸉ὁ Σατανᾶς κατοικεῖ.⸊ 14Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ⸂ἐδίδαξεν⸃ ⸂ 2τὸν⸃ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸋καὶ⸌ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν ⸋τῶν⸌ Νικολαϊτῶν ⸂ὁμοίως.⸃ 16Μετανόησον ⸋οὖν·⸌ εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ ⸆ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς ⸂οἶδεν⸃ εἰ μὴ ὁ λαμβάνων.
18Καὶ ⸂τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19Οἶδά σου τὰ ἔργα, ⸉καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν⸊ καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, ⸆ τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20Ἀλλ᾽ ἔχω κατὰ σοῦ ⸆ ὅτι ⸂ἀφεῖς⸃ τὴν γυναῖκά ⸋σου⸌ Ἰεζάβελ, ⸂ 2ἣ λέγει⸃ ἑαυτὴν προφῆτιν, ⸂ 3καὶ διδάσκει καὶ πλανᾷ⸃ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ ⸉φαγεῖν εἰδωλόθυτα.⸊ 21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, ⸂καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.⸃ 22Ἰδού, ⸆ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ ⸂μετανοήσωσιν⸃ ἐκ τῶν ἔργων ⸂ 2αὐτῆς.⸃ 23Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24⸂Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες⸃ οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ ⸂ 2βάλλω⸃ ἐφ᾽ ὑμᾶς ἄλλο βάρος. 25Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρι οὗ ἂν ἥξω. 26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, ⸂συντριβήσεται·⸃ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· 28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

¿Sabías que…?
Mensajes a las Cuatro Iglesias
- Éfeso era la capital del Asia proconsular y ostentaba el título romano de primera y mayor metrópoli de la provincia. Era célebre en el mundo antiguo por su teatro al aire libre con capacidad para 50.000 espectadores y por albergar el templo y santuario principal de Diana.Fuentes: Ephesus · el propio texto bíblico
- Pérgamo, la principal ciudad de Misia situada cerca del río Caico, es descrita en la carta como el lugar donde se encuentra el trono de Satanás. El texto elogia a los creyentes de allí por mantenerse firmes en su fe aun cuando Antípas, llamado testigo fiel, fue asesinado en la ciudad.Fuentes: Pergamum · Antipas · el propio texto bíblico
- Situada entre Lidia y Misia, la ciudad de Tiatira era famosa por su industria de teñido, lo cual confirman inscripciones antiguas que mencionan su gremio de tintoreros. En el Nuevo Testamento, Lidia, una vendedora de telas teñidas de púrpura, era oriunda de esta ciudad.Fuentes: Thyatira · el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Ephesus · 37.939, 27.341 · versículo 1
- Smyrna · Hoy: Izmir · 38.419, 27.138 · versículo 8
- Pergamum · Hoy: Pergamon · 39.132, 27.184 · versículo 12
- Thyatira · Hoy: Akhisar · 38.920, 27.837 · versículos 18, 24
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org