Mateo 28
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. 2Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ, ⸆ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ⸋ἀπὸ τῆς θύρας,⸌ καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ⸂ὡσεὶ⸃ χιών. 4Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ⸂ἐγένοντο ὡσεὶ⸃ νεκροί. 5Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. 6Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ⸋ὁ κύριος.⸌ 7Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν. 8Καὶ ⸂ἐξελθοῦσαι⸃ ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9⸋Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ,⸌ καὶ ἰδού, ⸆ Ἰησοῦς ⸂ἀπήντησεν⸃ αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. 10Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
11Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸂ἐπὶ⸃ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸋αὐτόν,⸌ καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15Οἱ δὲ λαβόντες ⸋τὰ⸌ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. ⸆
16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν ⸋αὐτῷ·⸌ οἱ δὲ ἐδίστασαν. 18Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸆ γῆς. 19Πορευθέντες ⸆ μαθητεύσατε πάντα τὰ ἔθνη, ⸂βαπτίζοντες⸃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· 20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ⸋Ἀμήν.⸌

¿Sabías que…?
La resurrección y Galilea
- María Magdalena, que fue al sepulcro al amanecer con la otra María, lleva un apellido derivado de Magdala, el lugar donde nació, para distinguirla de las otras Marías de los Evangelios. Una entrada de diccionario considera equivocada la noción de que ella era la mujer llamada pecadora en Lucas 7.Fuentes: Mary Magdalene · el propio texto bíblico
- El ángel y luego Jesús dijeron a las mujeres que él iba delante de los discípulos a Galilea, y los once fueron después a un monte allí que él había designado. Los judíos llamaban Galil a la región; como permaneció mucho tiempo ocupada por sus habitantes originales, llegó a llamarse Galilea de los gentiles y también Galilea superior, para distinguirla de una extensa adición hecha más tarde hacia el sur, usualmente llamada Galilea inferior.Fuentes: Galilee · el propio texto bíblico
- El capítulo registra que algunos de los guardias contaron a los principales sacerdotes lo que había ocurrido y que los principales sacerdotes, después de reunirse con los ancianos, dieron a los soldados una gran suma de dinero para que dijeran que los discípulos vinieron de noche y robaron el cuerpo mientras los guardias dormían. Añade que este relato ha circulado entre los judíos hasta el día de hoy.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org