Nations Bible

Mateo 17

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. 2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸂ἐγένοντο⸃ λευκὰ ὡς τὸ φῶς. 3Καὶ ἰδού, ⸂ὤφθησαν⸃ αὐτοῖς Μωσῆς καὶ Ἠλίας, ⸉μετ᾽ αὐτοῦ συλλαλοῦντες.⸊ 4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸂ποιήσωμεν⸃ ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ ⸉μίαν Ἠλίᾳ.⸊ 5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸉αὐτοῦ ἀκούετε.⸊ 6Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. 7Καὶ ⸂προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν,⸃ Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ ⸂τὸν Ἰησοῦν⸃ μόνον.

9Καὶ καταβαινόντων αὐτῶν ⸂ἐκ⸃ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸂ 2ἀναστῇ.⸃ 10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11⸂Ὁ δὲ Ἰησοῦς⸃ ἀποκριθεὶς εἶπεν ⸋αὐτοῖς,⸌ Ἠλίας μὲν ἔρχεται ⸋ 2πρῶτον,⸌ καὶ ἀποκαταστήσει πάντα· 12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. 13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

14Καὶ ἐλθόντων ⸋αὐτῶν⸌ πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν ⸂αὐτὸν⸃ 15καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸂πάσχει·⸃ πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸉ἔσομαι μεθ᾽ ὑμῶν;⸊ Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. 18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ ⸂ἐθεραπεύθη⸃ ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂ 2εἶπεν⸃ αὐτοῖς, Διὰ τὴν ⸂ 3ἀπιστίαν⸃ ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ⸂ 4Μετάβηθι ⸂ 5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21⸋Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.⸌

22⸂Ἀναστρεφομένων⸃ δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.

24Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ ⸋τὰ⸌ δίδραχμα; 25Λέγει, Ναί. Καὶ ⸂ὅτε εἰσῆλθεν⸃ εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26⸂Λέγει⸃ ⸆ ⸋αὐτῷ⸌ ⸋ 2ὁ Πέτρος,⸌ Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς ⸋τὴν⸌ θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ⸂ἀναβαίνοντα⸃ πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

¿Sabías que…?

La transfiguración y el regreso a Galilea

  • Jesús llevó a Pedro, Santiago y Juan solos a un monte alto, donde fue transfigurado delante de ellos. El Diccionario Bíblico de Easton identifica a Santiago como hijo de Zebedeo, hermano mayor del apóstol Juan y pescador en sociedad con Pedro, y señala que los tres estuvieron presentes en la transfiguración. Pedro, también llamado Simón, se crio a orillas del mar de Galilea y fue formado como pescador.Fuentes: el propio texto bíblico · James (Son of Zebedee) · Simon Peter
  • Moisés y Elías aparecieron y hablaron con Jesús. El Diccionario Bíblico de Easton identifica a Elías como 'el tisbita', el 'Elias' del Nuevo Testamento, la figura por la que preguntaron los discípulos al cuestionar la afirmación de los escribas de que Elías debía venir primero. Los discípulos entendieron la respuesta de Jesús —que Elías ya había venido y no había sido reconocido— como una referencia a Juan el Bautista, cuya misión el diccionario vincula con la profecía, incluido Malaquías 3:1.Fuentes: el propio texto bíblico · Elijah · John the Baptist
  • En Galilea, Jesús dijo que el Hijo del Hombre estaba a punto de ser entregado en manos de los hombres, muerto y resucitado al tercer día. El Diccionario Bíblico de Easton señala que la región era llamada 'Galilea de los gentiles' y que Capernaúm —'ciudad de Nahúm'— llegó a ser 'su propia ciudad' después de su expulsión de Nazaret; allí, los cobradores del impuesto de dos dracmas preguntaron a Pedro si su maestro pagaba ese impuesto.Fuentes: el propio texto bíblico · Galilee · Capernaum

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Galilee · 32.760, 35.527 · versículo 22

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.