Nations Bible

Lucas 7

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1⸂Ἐπεὶ δὲ⸃ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.

2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸂παρέξει⸃ τοῦτο· 5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν ⸋πρὸς αὐτὸν⸌ ⸉ὁ ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ ⸉ 2εἰμι ἱκανὸς⸊ ἵνα ⸉ 3μου ὑπὸ τὴν στέγην⸊ εἰσέλθῃς· 7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ⸂ἰαθήσεται⸃ ὁ παῖς μου. 8Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, ⸂οὔτε⸃ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10Καὶ ὑποστρέψαντες ⸉οἱ πεμφθέντες εἰς τὸν οἶκον⸊ εὗρον τὸν ⸋ἀσθενοῦντα⸌ δοῦλον ὑγιαίνοντα.

11Καὶ ἐγένετο ἐν ⸂τῷ⸃ ἑξῆς, ⸂ 2ἐπορεύετο⸃ εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸋ἱκανοί,⸌ καὶ ὄχλος πολύς. 12Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, ⸉υἱὸς μονογενὴς⸊ τῇ μητρὶ αὐτοῦ, καὶ ⸂αὐτὴ⸃ ⸆ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸆ 2 σὺν αὐτῇ. 13Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16Ἔλαβεν δὲ φόβος ⸂πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας ⸂ 2ἐγήγερται⸃ ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ⸋ἐν⸌ πάσῃ τῇ περιχώρῳ.

18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς ⸂τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ⸂ 2ἄλλον⸃ προσδοκῶμεν; 20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς ⸂ἀπέσταλκεν⸃ ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 21Ἐν ⸂αὐτῇ⸃ ⸋δὲ⸌ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο ⸋ 2τὸ⸌ βλέπειν. 22Καὶ ἀποκριθεὶς ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸋ 2ὅτι⸌ τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸆ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν ⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί ⸂ 2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28Λέγω ⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸋ 2προφήτης⸌ Ἰωάννου ⸋ 3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. 31⸆ Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε. 33Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸂μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει· 34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, ⸉φίλος τελωνῶν⸊ καὶ ἁμαρτωλῶν. 35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸉τῶν τέκνων αὐτῆς πάντων.⸊

36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ Φαρισαίου ⸂ 2ἀνεκλίθη.⸃ 37Καὶ ἰδού, γυνὴ ⸉ἐν τῇ πόλει, ἥτις ἦν⸊ ἁμαρτωλός, ⸆ ἐπιγνοῦσα ὅτι ⸂ἀνάκειται⸃ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38καὶ στᾶσα ⸉παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω⸊ κλαίουσα, ⸉ 2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν ⸆ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ ⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊ 41Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42Μὴ ἐχόντων ⸋δὲ⸌ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, ⸋ 2εἰπέ,⸌ πλεῖον ⸉αὐτὸν ἀγαπήσει;⸊ 43Ἀποκριθεὶς ⸋δὲ⸌ ⸋ 2ὁ⸌ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸂ἐπὶ τοὺς πόδας μου⸃ οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν ⸋τῆς κεφαλῆς⸌ αὐτῆς ἐξέμαξεν. 45Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ ⸂διέλιπεν⸃ καταφιλοῦσά μου τοὺς πόδας. 46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν ⸉μου τοὺς πόδας.⸊ 47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Fe, compasión y la pregunta de un profeta

  • El Easton's Bible Dictionary (1897) describe Capernaúm como una ciudad de Galilea que no se menciona en el Antiguo Testamento y que llegó a ser la ciudad que Jesús trataba como suya después de ser expulsado de Nazaret, escenario de muchos episodios de su vida. En este capítulo llega allí y encuentra al siervo muy estimado de un centurión a punto de morir; unos ancianos judíos ruegan, diciendo que el oficial ama a su nación y ha construido su sinagoga.Fuentes: Capernaum · el propio texto bíblico
  • El Easton's Bible Dictionary (1897) relaciona el nombre Naín con una palabra hebrea que significa pastos verdes o hermoso, e identifica el pueblo con la aldea de Nein, en la ladera noroeste del Jebel ed-Duhy, llamado también la colina de Moré o el Pequeño Hermón, a unas cuatro millas de Tabor y veinticinco millas al suroeste de Capernaúm, sobre la llanura de Esdraelón. A la puerta del pueblo, Jesús se encontró con el funeral del hijo único de una viuda, y el asombro se extendió por la multitud.Fuentes: Nain · el propio texto bíblico
  • Juan el Bautista es presentado como el precursor del Señor y como hombre de linaje sacerdotal: su padre, Zacarías, era sacerdote del turno de Abías, y su madre, Elisabet, era una de las hijas de Aarón. Su misión se describe como objeto de profecía, y en este capítulo Jesús dice a las multitudes que Juan es más que un profeta, el mensajero enviado por delante para preparar el camino, mientras los discípulos de Juan preguntan si Jesús es el que había de venir.Fuentes: John the Baptist · el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Nain · Hoy: Nein · 32.631, 35.350 · versículo 11
  • Judea · Hoy: Judea 1 · 31.777, 35.234 · versículo 17

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.