Nations Bible

Lucas 24

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ⸉ἦλθον ἐπὶ τὸ μνῆμα,⸊ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ⸋καί τινες σὺν αὐταῖς.⸌ 2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3⸂Καὶ εἰσελθοῦσαι⸃ οὐχ εὗρον τὸ σῶμα ⸋τοῦ κυρίου Ἰησοῦ.⸌ 4Καὶ ἐγένετο ἐν τῷ ⸂διαπορεῖσθαι⸃ αὐτὰς περὶ τούτου, καὶ ἰδού, ⸉ἄνδρες δύο⸊ ἐπέστησαν αὐταῖς ἐν ⸂ 2ἐσθήσεσιν ἀστραπτούσαις·⸃ 5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν ⸂τὸ πρόσωπον⸃ εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7λέγων ⸉ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου⸊ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸆ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, ⸋αἳ⸌ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸂αὐτῶν,⸃ καὶ ἠπίστουν αὐταῖς. 12⸋Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια ⸋ 2κείμενα⸌ μόνα· καὶ ἀπῆλθεν πρὸς ⸂ἑαυτὸν⸃ θαυμάζων τὸ γεγονός.⸌

13Καὶ ἰδού, δύο ἐξ αὐτῶν ⸉ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ⸊ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ⸋ὁ⸌ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους ⸂περιπατοῦντες, καί ἐστε σκυθρωποί;⸃ 18Ἀποκριθεὶς δὲ ⸂ὁ εἷς,⸃ ⸂ 2ᾧ ὄνομα⸃ Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ⸆ Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ⸂ὃς⸃ ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε ⸆ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ⸋σήμερον⸌ ἀφ᾽ οὗ ταῦτα ἐγένετο. 22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸋καὶ⸌ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, ⸂διηρμήνευεν⸃ αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸂ 2ἑαυτοῦ.⸃ 28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς ⸂προσεποιεῖτο⸃ ⸂ 2πορρωτέρω⸃ πορεύεσθαι. 29Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν ⸆ ἡ ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸋ἐν ἡμῖν,⸌ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸋ 2καὶ⸌ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον ⸂συνηθροισμένους⸃ τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34λέγοντας ὅτι ⸉Ἠγέρθη ὁ κύριος ὄντως,⸊ καὶ ὤφθη Σίμωνι. 35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36Ταῦτα δὲ αὐτῶν λαλούντων, ⸆ αὐτὸς ⸋ὁ Ἰησοῦς⸌ ἔστη ἐν μέσῳ αὐτῶν, ⸋ 2καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.⸌ 37Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂ταῖς καρδίαις⸃ ὑμῶν; 39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ⸉αὐτὸς ἐγώ εἰμι·⸊ ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40⸋Καὶ τοῦτο εἰπὼν ⸂ἐπέδειξεν⸃ αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⸌ 41Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, ⸋καὶ ἀπὸ μελισσίου κηρίου.⸌ 43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44Εἶπεν δὲ ⸂αὐτοῖς,⸃ Οὗτοι οἱ λόγοι, ⸆ οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ⸂ 2ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς⸃ περὶ ἐμοῦ. 45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται, ⸋καὶ οὕτως ἔδει⸌ παθεῖν τὸν χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ⸂μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν⸃ εἰς πάντα τὰ ἔθνη, ⸂ 2ἀρξάμενον⸃ ἀπὸ Ἱερουσαλήμ. 48Ὑμεῖς ⸋δέ⸌ ⸋ 2ἐστε⸌ μάρτυρες τούτων. 49Καὶ ⸋ἰδού,⸌ ἐγὼ ⸂ἀποστέλλω⸃ τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ⸋ 2Ἱερουσαλήμ,⸌ ἕως οὗ ἐνδύσησθε ⸉δύναμιν ἐξ ὕψους.⸊

50Ἐξήγαγεν δὲ αὐτοὺς ⸋ἔξω⸌ ἕως ⸂εἰς⸃ Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, ⸋καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.⸌ 52Καὶ αὐτοὶ ⸋προσκυνήσαντες αὐτόν,⸌ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, ⸋αἰνοῦντες καὶ⸌ εὐλογοῦντες τὸν θεόν. ⸋ 2Ἀμήν.⸌

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La mañana de la resurrección y el camino a Emaús

  • Lucas describe Emaús como una aldea a unas siete millas de Jerusalén. El Easton's Bible Dictionary (1897) cita esa distancia como sesenta furlongs y registra dos identificaciones: el-Kubeibeh, a más de siete millas al noroeste de Jerusalén, cuyo nombre, 'pequeña cúpula', procede de los restos de una iglesia de los cruzados que aún se encuentran allí, y Khurbet Khamasa, 'las ruinas de Khamasa', a unas ocho millas al suroeste, donde también hay ruinas de los cruzados.Fuentes: Emmaus · el propio texto bíblico
  • María Magdalena, Juana, María la madre de Santiago y otras mujeres que iban con ellas fueron quienes contaron a los apóstoles lo que había ocurrido en el sepulcro. María Magdalena toma su nombre de Magdala, su lugar de nacimiento, y el Easton's Bible Dictionary (1897) llama error identificarla con la mujer descrita como 'pecadora' en Lucas 7. Juana, la esposa de Chuza, administrador de Herodes Antipas, tetrarca de Galilea, era una de las mujeres que servían a Jesús, y el mismo diccionario dice que él se le apareció después de la resurrección.Fuentes: Mary Magdalene · Joanna · el propio texto bíblico
  • Uno de los dos discípulos del camino se llama Cleofás, forma abreviada de Cleópatros. El Easton's Bible Dictionary (1897) dice que no se sabe nada definitivo de él y que no es seguro que fuera el Clopas de Juan 19:25 ni el Alfeo de Mateo 10:3, aunque pudo haberlo sido.Fuentes: Cleophas · el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Galilee · 32.760, 35.527 · versículo 6
  • Jerusalem · 31.777, 35.234 · versículos 13, 18, 33, 47, 49, 52
  • Nazareth · 32.702, 35.298 · versículo 19

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.