Lucas 13
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2Καὶ ἀποκριθεὶς ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸂τοιαῦτα⸃ πεπόνθασιν; 3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες ⸂ὡσαύτως⸃ ἀπολεῖσθε. 4Ἢ ἐκεῖνοι οἱ ⸂δέκα καὶ ὀκτώ,⸃ ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸂ 2οὗτοι⸃ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸆ ἀνθρώπους τοὺς κατοικοῦντας ⸋ἐν⸌ Ἱερουσαλήμ; 5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ ⸂μετανοῆτε,⸃ πάντες ⸂ 2ὁμοίως⸃ ἀπολεῖσθε. 6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις ⸉ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην·⸊ καὶ ἦλθεν ⸉ 2ζητῶν καρπὸν⸊ ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. 7Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη ⸆ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον ⸆ 2 αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; 8Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω ⸂κόπρια·⸃ 9κἂν μὲν ποιήσῃ καρπόν· ⸉εἰ δὲ μήγε, εἰς τὸ μέλλον⸊ ἐκκόψεις αὐτήν.
10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν· 11καὶ ἰδού, γυνὴ ⸋ἦν⸌ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸂δέκα καὶ ὀκτώ,⸃ καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. 13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ⸆ Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸂ταύταις⸃ οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15Ἀπεκρίθη ⸂οὖν⸃ αὐτῷ ὁ κύριος, καὶ εἶπεν, ⸂ 2Ὑποκριταί,⸃ ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ⸂ 3ἀπαγαγὼν⸃ ποτίζει; 16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.
18Ἔλεγεν ⸂δέ,⸃ Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν; 19Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησεν, καὶ ἐγένετο εἰς δένδρον ⸋μέγα,⸌ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20⸆ Πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 21Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸂ἐνέκρυψεν⸃ εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23Εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπεν πρὸς αὐτούς, 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸂πύλης·⸃ ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. 25Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε, ⸋κύριε,⸌ ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ· 26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. 27⸂Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ·⸃ ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες ⸋οἱ⸌ ἐργάται ⸋ 2τῆς⸌ ἀδικίας. 28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸂ὄψησθε⸃ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29Καὶ ἥξουσιν ⸂ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου,⸃ καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31Ἐν αὐτῇ τῇ ⸂ἡμέρᾳ⸃ προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸂ἐπιτελῶ⸃ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸋ἔρημος·⸌ ⸂λέγω δὲ⸃ ὑμῖν ⸋ 2ὅτι⸌ οὐ μή ⸉με ἴδητε⸊ ἕως ⸂ 2ἂν ἥξει, ὅτε⸃ εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

¿Sabías que…?
Arrepentimiento en el camino a Jerusalén
- Poncio Pilato fue el sexto procurador romano de Judea, del 26 al 36 d.C. Su sede estaba en Cesarea, aunque subía con frecuencia a Jerusalén. Lucas 13 comienza con la noticia de que había mezclado la sangre de unos galileos con sus sacrificios; Jesús responde que eso no demuestra que fueran peores pecadores que los demás galileos y que, si quienes lo escuchan no se arrepienten, también perecerán todos.Fuentes: Pontius Pilate · el propio texto bíblico
- Jesús pregunta también si los dieciocho que murieron cuando se derrumbó la torre de Siloé eran más pecadores que todos los demás habitantes de Jerusalén, y de nuevo dice que, si quienes lo escuchan no se arrepienten, también perecerán todos. Siloé, que significa “enviado” o “envío”, ha sido identificado con el Birket Silwan, en la parte baja del valle del Tiropeón, al sureste de la colina de Sion. El agua llega a ese estanque de manera intermitente por un canal subterráneo sinuoso desde la Fuente de la Virgen, y el Evangelio de Juan registra que Jesús dio la vista a un ciego allí.Fuentes: Siloam · el propio texto bíblico
- Mientras recorre los pueblos y las aldeas camino a Jerusalén, Jesús se lamenta por la ciudad que mata a los profetas y apedrea a los que le son enviados. Se la describe como una ciudad de montaña asentada en una fortaleza; su nombre, en forma dual, significa “posesión de paz” o “fundación de paz”, y probablemente se refiere a Sion y Moria, los dos montes sobre los que fue edificada, o, como suponen algunos, a la ciudad alta y la ciudad baja. Dice que muchas veces quiso reunir a sus hijos como la gallina reúne a sus polluelos bajo las alas, y el Easton's Bible Dictionary (1897) señala que esta ave familiar solo se menciona en este lamento y en Mateo 23:37.Fuentes: el propio texto bíblico · Jerusalem · Josiah
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Galilee · 32.760, 35.527 · versículos 1, 2
- Jerusalem · 31.777, 35.234 · versículos 4, 22, 33, 34
- Siloam · Hoy: Pool of Siloam · 31.771, 35.235 · versículo 4
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org