Lucas 10
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸋καὶ⸌ ἑτέρους ⸂ἑβδομήκοντα,⸃ καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸆ πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. 2Ἔλεγεν ⸂οὖν⸃ πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ⸂ 2ἐκβάλῃ ἐργάτας⸃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3Ὑπάγετε· ἰδού, ⸋ἐγὼ⸌ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4Μὴ βαστάζετε βαλάντιον, ⸂μὴ πήραν, μηδὲ ὑποδήματα·⸃ καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5Εἰς ἣν δ᾽ ἂν ⸂οἰκίαν εἰσέρχησθε,⸃ πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6Καὶ ἐὰν ⸆ ⸉ᾖ ἐκεῖ⸊ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει. 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ⸂ἐστίν.⸃ Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8Καὶ εἰς ἣν ⸆ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10Εἰς ἣν δ᾽ ἂν πόλιν ⸂εἰσέρχησθε,⸃ καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸆ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ⸋ἐφ᾽ ὑμᾶς⸌ ἡ βασιλεία τοῦ θεοῦ. 12Λέγω ⸆ ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ. 13Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸂ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸂ 2καθήμεναι⸃ μετενόησαν. 14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. 15Καὶ σύ, Καπερναούμ, ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ⸆ ᾍδου καταβιβασθήσῃ. 16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17Ὑπέστρεψαν δὲ οἱ ⸂ἑβδομήκοντα⸃ μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19Ἰδού, ⸂δίδωμι⸃ ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸂ 2ἀδικήσῃ.⸃ 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ⸆ ὅτι τὰ ὀνόματα ὑμῶν ⸂ἐγράφη⸃ ἐν τοῖς οὐρανοῖς.
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸆ ⸂τῷ πνεύματι⸃ ⸋ὁ Ἰησοῦς,⸌ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου. 22⸂Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα ⸉μοι παρεδόθη⸊ ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ⸂ 2ἐὰν⸃ βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, ⸋καὶ⸌ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ⸂ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας⸃ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ. 29Ὁ δὲ θέλων ⸂δικαιοῦν⸃ ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον; 30Ὑπολαβὼν ⸋δὲ⸌ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ ⸋ 2τυγχάνοντα.⸌ 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32Ὁμοίως δὲ καὶ Λευΐτης ⸋γενόμενος⸌ κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδὼν ⸋αὐτὸν⸌ ἐσπλαγχνίσθη, 34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35Καὶ ἐπὶ τὴν αὔριον ⸋ἐξελθών,⸌ ἐκβαλὼν ⸉δύο δηνάρια ἔδωκεν⸊ τῷ πανδοχεῖ, καὶ εἶπεν ⸋ 2αὐτῷ,⸌ Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36Τίς ⸋οὖν⸌ τούτων τῶν τριῶν ⸉πλησίον δοκεῖ σοι⸊ γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν ⸂οὖν⸃ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
38⸂Ἐγένετο δὲ ἐν⸃ τῷ πορεύεσθαι αὐτούς, ⸋καὶ⸌ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν ⸂ 2εἰς τὸν οἶκον αὐτῆς.⸃ 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ ⸂παρακαθίσασα⸃ ⸂ 2παρὰ⸃ τοὺς πόδας ⸂ 3τοῦ Ἰησοῦ⸃ ἤκουεν ⸂ 4τὸν λόγον⸃ αὐτοῦ. 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸂κατέλειπεν⸃ διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41Ἀποκριθεὶς δὲ ⸂εἶπεν αὐτῇ ὁ Ἰησοῦς,⸃ Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42⸂ἑνὸς δέ ἐστιν χρεία·⸃ Μαρία ⸂ 2δὲ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ⸋ἀπ᾽⸌ αὐτῆς.

¿Sabías que…?
La misión, las ciudades y Marta y María
- El Diccionario Bíblico de Easton (1897) identifica Corazín, nombrada en los ayes de este capítulo junto con Betsaida y Capernaúm, con Kerazeh, a unas dos millas y media remontando el Wady Kerazeh desde Capernaúm. Dice que, después de que Jesús fue expulsado de Nazaret, Capernaúm pasó a ser su propia ciudad. El capítulo compara esas ciudades con Tiro y Sidón; el diccionario llama a Sidón el primer hogar de los fenicios en la costa de Palestina y la ciudad madre de Tiro, a unas veinticinco millas al norte de Tiro.Fuentes: el propio texto bíblico · Chorazin · Capernaum · Sidon
- El Diccionario Bíblico de Easton (1897) da al nombre Marta el sentido de amargura y dice que ella, su hermana María y su hermano Lázaro vivían en Betania, y que Marta era probablemente la mayor. Como este pasaje llama a la casa su casa, el diccionario señala que algunos han supuesto que era viuda y que su hermano y su hermana se alojaban con ella. La describe como ansiosa y ajetreada en el cuidado del huésped, a diferencia de María, que se sentó a los pies de Jesús y escuchó.Fuentes: el propio texto bíblico · Martha · Mary (sister of Lazarus)
- El Señor designa a otros setenta y dos y los envía de dos en dos delante de él, y una cronología de acontecimientos sitúa ese envío en el año 29 d.C. Cuando regresan, alegres de que hasta los demonios se someten en su nombre, él dice que vio a Satanás caer del cielo como un rayo. El Diccionario Bíblico de Easton (1897) explica el nombre Satanás como adversario o acusador, y señala que el Nuevo Testamento lo usa de manera intercambiable con el diablo más de treinta veces.Fuentes: el propio texto bíblico · 70 Sent Out · Satan
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Sidon · Hoy: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · versículos 13, 14
- Tyre · 33.271, 35.196 · versículos 13, 14
- Jericho · Hoy: Tell el Alayiq · 31.852, 35.436 · versículo 30
- Jerusalem · 31.777, 35.234 · versículos 30, 38
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org