Nations Bible

Juan 9

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3Ἀπεκρίθη ⸆ Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4⸂Ἐμὲ⸃ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6Ταῦτα εἰπών, ἔπτυσεν χαμαί, καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸂ἐπέχρισεν⸃ ⸆ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς ⸋τοῦ τυφλοῦ,⸌ 7καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ—ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸂τυφλὸς⸃ ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9⸂Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι⸃ ⸆ Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10Ἔλεγον οὖν αὐτῷ, Πῶς ⸆ ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11Ἀπεκρίθη ἐκεῖνος ⸋καὶ εἶπεν,⸌ ⸂Ἄνθρωπος λεγόμενος⸃ Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμούς, καὶ εἶπέν μοι, ⸆ Ὕπαγε εἰς ⸂ 2τὴν κολυμβήθραν τοῦ Σιλωάμ,⸃ καὶ νίψαι. Ἀπελθὼν ⸂ 3δὲ⸃ καὶ νιψάμενος, ἀνέβλεψα. 12⸂Εἶπον οὖν⸃ αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.

13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14Ἦν δὲ σάββατον ⸂ὅτε⸃ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν ⸉μου ἐπὶ τοὺς ὀφθαλμούς,⸊ καὶ ἐνιψάμην, καὶ βλέπω. 16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, ⸂Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ,⸃ ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ⸆ ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17Λέγουσιν ⸆ τῷ τυφλῷ πάλιν, ⸉Σὺ τί⸊ λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι ⸉τυφλὸς ἦν⸊ καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸋τοῦ ἀναβλέψαντος,⸌ 19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ⸉ἄρτι βλέπει;⸊ 20Ἀπεκρίθησαν ⸂δὲ⸃ ⸋αὐτοῖς⸌ οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε,⸃ αὐτὸς περὶ ⸂ 2ἑαυτοῦ⸃ λαλήσει. 22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸂ἐρωτήσατε.⸃ 24Ἐφώνησαν οὖν ⸉ἐκ δευτέρου τὸν ἄνθρωπον⸊ ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸉ 2ὁ ἄνθρωπος οὗτος⸊ ἁμαρτωλός ἐστιν. 25Ἀπεκρίθη οὖν ἐκεῖνος ⸋καὶ εἶπεν,⸌ Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω. 26Εἶπον ⸂δὲ⸃ αὐτῷ ⸋πάλιν,⸌ Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28⸂Ἐλοιδόρησαν⸃ αὐτόν, καὶ εἶπον, Σὺ ⸉εἶ μαθητὴς⸊ ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί. 29Ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν ⸉γὰρ τούτῳ⸊ ⸆ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. 31Οἴδαμεν ⸋δὲ⸌ ὅτι ⸉ἁμαρτωλῶν ὁ θεὸς⸊ οὐκ ἀκούει· ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ⸂ὅλος,⸃ καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35Ἤκουσεν ⸋ὁ⸌ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν ⸋ 2αὐτῷ,⸌ Σὺ πιστεύεις εἰς ⸂τὸν υἱὸν τοῦ θεοῦ;⸃ 36Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, ⸋Καὶ⸌ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37Εἶπεν ⸋δὲ⸌ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38Ὁ δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39Καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40⸋Καὶ⸌ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸉ὄντες μετ᾽ αὐτοῦ,⸊ καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ⸋οὖν⸌ ἁμαρτία ὑμῶν μένει.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

El hombre ciego de nacimiento

  • El estanque de Siloé, adonde Jesús mandó al hombre a lavarse, se explica en el relato como Enviado; una nota sobre el lugar también vierte el nombre como Enviado o envío. Esa nota identifica el estanque con Birket Silwan, en el valle inferior del Tiropeón, al sureste del monte Sion. El agua llegaba de manera intermitente por un canal subterráneo sinuoso de 1750 pies, aunque la distancia directa era de solo 1100 pies, desde la Fuente de la Virgen, y el estanque medía 53 pies de norte a sur, 18 pies de ancho y 19 de profundidad.Fuentes: Siloam · el propio texto bíblico
  • Los discípulos de Jesús suponían que alguien había pecado, el hombre o sus padres, porque había nacido ciego. Jesús respondió que ni él ni sus padres habían pecado y que esto había ocurrido para que las obras de Dios se manifestaran en él. Aun después, algunos de los que interrogaban al hombre hablaron de él como nacido en pleno pecado.Fuentes: el propio texto bíblico
  • El día en que Jesús hizo barro y abrió los ojos del hombre era sábado, y los fariseos quedaron divididos: unos decían que no venía de Dios porque no guardaba el sábado, mientras otros preguntaban cómo un hombre pecador podía realizar tales señales. Los padres del hombre tuvieron miedo de decir cómo veía ahora, porque quien confesara a Jesús como el Cristo sería expulsado de la sinagoga. Una cronología del suceso sitúa la curación en el año 29 d. C. y le asigna la duración de un día.Fuentes: el propio texto bíblico · Blind Man Healed

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Siloam · Hoy: Pool of Siloam · 31.771, 35.235 · versículos 7, 11

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.