Nations Bible

Juan 12

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ⸋ὁ τεθνηκώς,⸌ ὃν ἤγειρεν ἐκ νεκρῶν. ⸆ 2Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ⸆ τῶν ⸉ἀνακειμένων σὺν⸊ αὐτῷ. 3Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4Λέγει ⸂οὖν⸃ ⸂ 2εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης,⸃ ὁ μέλλων αὐτὸν παραδιδόναι, 5Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; 6Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ⸂εἶχεν, καὶ⸃ τὰ βαλλόμενα ἐβάσταζεν. 7Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν· ⸆ εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸂τετήρηκεν⸃ αὐτό. 8Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.

9Ἔγνω οὖν ⸆ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· 11ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

12Τῇ ἐπαύριον ⸆ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸆ 2 Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ⸂ὑπάντησιν⸃ αὐτῷ, καὶ ⸂ 2ἔκραζον,⸃ Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸆ βασιλεὺς τοῦ Ἰσραήλ. 14Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾽ ⸂αὐτό,⸃ καθώς ἐστιν γεγραμμένον, 15Μὴ φοβοῦ, ⸂θύγατερ⸃ Σιών· ἰδού, ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16Ταῦτα ⸋δὲ⸌ οὐκ ἔγνωσαν ⸉οἱ μαθηταὶ αὐτοῦ⸊ τὸ πρῶτον· ἀλλ᾽ ὅτε ἐδοξάσθη ⸆ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18Διὰ τοῦτο ⸋καὶ⸌ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ⸂ἤκουσεν⸃ τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ⸆ ὀπίσω αὐτοῦ ἀπῆλθεν.

20Ἦσαν δέ ⸉τινες Ἕλληνες⸊ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22Ἔρχεται ⸆ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸂καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος⸃ λέγουσιν τῷ Ἰησοῦ. 23Ὁ δὲ Ἰησοῦς ⸂ἀπεκρίνατο⸃ αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸂ἀπολέσει⸃ αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26Ἐὰν ἐμοὶ ⸉διακονῇ τις,⸊ ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸋καὶ⸌ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. 29Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. 30⸂Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν,⸃ Οὐ δι᾽ ἐμὲ ⸉αὕτη ἡ φωνὴ⸊ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. 31Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32Κἀγὼ ⸂ἐὰν⸃ ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33Τοῦτο δὲ ἔλεγεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν. 34Ἀπεκρίθη ⸆ αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς ⸉σὺ λέγεις,⸊ ⸆ 2 Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂μεθ᾽ ὑμῶν⸃ ἐστιν. Περιπατεῖτε ⸂ 2ἕως⸃ τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36⸂Ἕως⸃ τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Ταῦτα ἐλάλησεν ⸋ὁ⸌ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. 37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· 38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας, 40Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ ⸂πεπώρωκεν⸃ αὐτῶν τὴν καρδίαν· ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσιν τῇ καρδίᾳ, καὶ ⸂ 2ἐπιστραφῶσιν,⸃ καὶ ⸂ 3ἰάσωμαι⸃ αὐτούς. 41Ταῦτα εἶπεν Ἠσαΐας, ⸂ὅτε⸃ εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. 43Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.

44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με· 45καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. 46Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸂πιστεύσῃ,⸃ ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. 48Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 49Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν ⸂ἔδωκεν,⸃ τί εἴπω καὶ τί λαλήσω. 50Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν ⸉λαλῶ ἐγώ,⸊ καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La unción en Betania y la entrada en Jerusalén

  • Betania, adonde Jesús llegó seis días antes de la Pascua, estaba a unas dos millas al este de Jerusalén, en la ladera sureste del monte de los Olivos, junto al camino a Jericó, y tomó su nombre de las palmeras que crecían allí. Era el hogar de Lázaro, a quien Jesús había resucitado de entre los muertos después de cuatro días en el sepulcro, y de sus hermanas Marta y María; los principales sacerdotes planearon matar también a Lázaro, porque por causa de él mucha gente estaba creyendo en Jesús.Fuentes: el propio texto bíblico · Bethany · Lazarus
  • En una cena en la que Marta servía y Lázaro estaba reclinado a la mesa, María ungió los pies de Jesús con alrededor de una pinta de perfume costoso hecho de nardo puro y los secó con sus cabellos, de modo que la casa se llenó de la fragancia. Judas Iscariote, hijo de Simón, cuyo sobrenombre significa un hombre de Kerioth, preguntó por qué el perfume no se vendió por trescientos denarios para los pobres; era un ladrón que, como encargado de la bolsa, solía sacar de lo que se ponía en ella, y iba a traicionar a Jesús.Fuentes: el propio texto bíblico · Judas Iscariot · Simon
  • Al día siguiente, la gran multitud que había venido para la fiesta tomó ramas de palma y salió al encuentro de Jesús, que venía a Jerusalén sentado en un burrito, gritando alabanza al Rey de Israel, como está escrito acerca de la Hija de Sion. Sion era la colina sureste de Jerusalén, donde David construyó una ciudadela y un palacio después de tomarla, de modo que llegó a ser la ciudad de David. Al principio sus discípulos no entendieron estas cosas, pero después de que Jesús fue glorificado recordaron que también habían sido escritas acerca de él.Fuentes: el propio texto bíblico · Zion

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 11, 12, 20
  • Zion · Hoy: Jerusalem · 31.777, 35.234 · versículo 15
  • Galilee · 32.760, 35.527 · versículo 21

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.