Nations Bible

Santiago 5

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 2Ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· 3ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 4Ἰδού, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν. 5Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ⸋ὡς⸌ ἐν ἡμέρᾳ σφαγῆς. 6Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.

7Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. Ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ ⸂αὐτόν,⸃ ἕως ⸆ λάβῃ ⸋ὑετὸν⸌ πρώϊμον καὶ ὄψιμον. 8Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. 9Μὴ στενάζετε ⸉κατ᾽ ἀλλήλων, ἀδελφοί,⸊ ἵνα μὴ ⸂κριθῆτε·⸃ ἰδού, ⸋ὁ⸌ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10Ὑπόδειγμα λάβετε, ⸂ἀδελφοί μου, τῆς κακοπαθείας,⸃ καὶ τῆς μακροθυμίας, τοὺς προφήτας οἳ ἐλάλησαν ⸆ τῷ ὀνόματι κυρίου. 11Ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸂ἴδετε,⸃ ὅτι πολύσπλαγχνός ἐστιν ⸆ καὶ οἰκτίρμων.

12Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· ἵνα μὴ ⸂εἰς ὑπόκρισιν⸃ πέσητε.

13Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω. 14Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτόν, ἀλείψαντες ⸋αὐτὸν⸌ ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16Ἐξομολογεῖσθε ⸆ ἀλλήλοις ⸂τὰ παραπτώματα,⸃ καὶ ⸂ 2εὔχεσθε⸃ ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι· καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. 18Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸉ὑετὸν ἔδωκεν,⸊ καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.

19Ἀδελφοί, ⸆ ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, 20⸂γινωσκέτω⸃ ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ⸆ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Riqueza, paciencia y oración

  • Santiago 5 recuerda la perseverancia de Job y el resultado que el Señor le dio. El Easton's Bible Dictionary (1897) lo describe como un patriarca árabe que vivía en la tierra de Uz y mantuvo su integridad en medio de pruebas repentinas. El artículo dice que Dios después le concedió una prosperidad aún mayor que antes, que vivió ciento cuarenta años después del período de prueba y que es un ejemplo de paciencia bajo una calamidad severa.Fuentes: el propio texto bíblico · Job
  • Santiago dice que Elías era un hombre igual a nosotros. Oró con fervor para que no lloviera, y no llovió sobre la tierra durante tres años y medio; oró otra vez, los cielos dieron lluvia, y la tierra produjo sus cosechas. El Easton's Bible Dictionary (1897) lo llama el tisbita, el “Elias” del Nuevo Testamento, y señala que entregó un mensaje del Señor a Acab.Fuentes: el propio texto bíblico · Elijah
  • Para animar a la paciencia hasta la venida del Señor, Santiago señala al agricultor que espera el fruto precioso de la tierra y las lluvias de otoño y de primavera, y dice que el Juez está de pie a la puerta. El mismo capítulo advierte que los salarios retenidos a los trabajadores que segaron los campos están clamando, y que el clamor de los segadores ha llegado a los oídos del Señor de los ejércitos.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.