Nations Bible

Efesios 6

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. 2Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 4Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

5Οἱ δοῦλοι, ὑπακούετε τοῖς ⸉κυρίοις κατὰ σάρκα,⸊ μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· 6μὴ κατ᾽ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι ⸋τοῦ⸌ χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, 7μετ᾽ εὐνοίας δουλεύοντες ⸋ὡς⸌ τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 8εἰδότες ὅτι ⸂ὃ ἐάν τι ἕκαστος⸃ ποιήσῃ ἀγαθόν, τοῦτο ⸂ 2κομιεῖται⸃ παρὰ ⸋τοῦ⸌ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. 9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι ⸂καὶ ὑμῶν αὐτῶν⸃ ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παρ᾽ αὐτῷ.

10⸂Τὸ λοιπόν,⸃ ⸋ἀδελφοί μου,⸌ ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. 12Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ⸋τοῦ αἰῶνος⸌ τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16⸂ἐπὶ⸃ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ ⸋τὰ⸌ πεπυρωμένα σβέσαι. 17Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου ⸂δέξασθαι,⸃ καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ· 18διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ⸋τοῦτο⸌ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.

21Ἵνα δὲ ⸉εἰδῆτε καὶ ὑμεῖς⸊ τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα ⸉ 2ὑμῖν γνωρίσει⸊ Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· 22ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.

23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ.

24Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. ⸋Ἀμήν.⸌

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Deberes del hogar, la armadura de Dios y Tíquico

  • Este capítulo presenta el mandato de honrar al padre y a la madre como el primer mandamiento que trae una promesa: que a uno le vaya bien y que tenga larga vida sobre la tierra. También pide a los padres que no provoquen a ira a sus hijos, sino que los críen en la disciplina y la instrucción del Señor.Fuentes: el propio texto bíblico
  • El capítulo dice que la lucha no es contra sangre y carne, sino contra gobernantes, autoridades, los poderes de las tinieblas de este mundo y las fuerzas espirituales del mal en las regiones celestiales. Se invita a los lectores a tomar toda la armadura de Dios —cinturón de la verdad, coraza de la justicia, pies calzados con la prontitud del evangelio de la paz, escudo de la fe, casco de la salvación y espada del Espíritu, que es la palabra de Dios— para mantenerse firmes cuando llegue el día del mal.Fuentes: el propio texto bíblico
  • Quien escribe pide oración para anunciar el evangelio sin miedo, como embajador en cadenas, y envía a Tíquico, el hermano amado y siervo fiel en el Señor, para contar a los lectores cómo está y animarlos. A Tíquico se lo describe como un cristiano de Asia que, con Trófimo, acompañó a Pablo en parte del viaje de Macedonia a Jerusalén y estuvo con Pablo en Roma, desde donde fue enviado a Éfeso, probablemente para edificar y animar a la iglesia.Fuentes: el propio texto bíblico · Tychicus

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.