Nations Bible

Efesios 2

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις, ⸆ 2ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· 3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ⸂ἦμεν⸃ τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· 4ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζῳοποίησεν τῷ χριστῷ—χάριτί ἐστε σεσωσμένοι— 6καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ Ἰησοῦ· 7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ⸂τὸν ὑπερβάλλοντα πλοῦτον⸃ τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν χριστῷ Ἰησοῦ· 8τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ ⸋τῆς⸌ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· 9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11Διὸ μνημονεύετε ὅτι ⸉ὑμεῖς ποτὲ⸊ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 12ὅτι ἦτε ⸋ἐν⸌ τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 13Νυνὶ δὲ ἐν χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ⸉ἐγγὺς ἐγενήθητε⸊ ἐν τῷ αἵματι τοῦ χριστοῦ. 14Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, 15τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ⸂ἑαυτῷ⸃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, 16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17καὶ ἐλθὼν εὐηγγελίσατο ⸂εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς·⸃ 18ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19Ἄρα οὖν ⸂οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ⸃ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ⸉Ἰησοῦ χριστοῦ,⸊ 21ἐν ᾧ πᾶσα ⸆ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Vivificados y acercados

  • Efesios 2 se dirige a lectores que estaban muertos en sus transgresiones y pecados, conformándose a los caminos de este mundo y al gobernante del poder del aire. Dice que Dios, rico en misericordia, les dio vida con Cristo, los resucitó con él y los sentó con él en los lugares celestiales, y que han sido salvados por gracia mediante la fe, no por sí mismos, sino como don de Dios, y no por obras, para que nadie se gloríe.Fuentes: el propio texto bíblico
  • Efesios 2 recuerda a los lectores que son gentiles en la carne que eran llamados incircuncisos por la así llamada circuncisión, que el capítulo describe como hecha en el cuerpo por manos humanas. Dice que en aquel tiempo estaban separados de Cristo, alienados de la ciudadanía de Israel y extraños a los pactos de la promesa, sin esperanza y sin Dios en el mundo.Fuentes: el propio texto bíblico
  • Efesios 2 llama al mismo Cristo nuestra paz: él hizo de los dos uno solo y derribó el muro divisorio de la hostilidad, aboliendo en su carne la ley de los mandamientos y decretos, para crear en sí mismo un hombre nuevo y reconciliar a ambos con Dios en un solo cuerpo. Él anunció paz a los que estaban lejos y a los que estaban cerca, y por medio de él ambos tienen acceso al Padre por un solo Espíritu. Los lectores ya no son extraños ni extranjeros, sino conciudadanos de los santos y miembros de la familia de Dios, edificados sobre los apóstoles y los profetas, con Cristo Jesús como piedra angular, y en él también ellos están siendo edificados juntos como un templo santo, morada de Dios en su Espíritu.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.