Nations Bible

Hechos 9

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· ⸂καὶ ἐξαίφνης⸃ ⸉περιήστραψεν αὐτὸν⸊ φῶς ⸂ 2ἀπὸ⸃ τοῦ οὐρανοῦ· 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; 5Εἶπεν δέ, Τίς εἶ, κύριε; ⸂Ὁ δὲ κύριος εἶπεν,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ⸆ 6⸂ἀλλὰ⸃ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ 2τί⸃ σε δεῖ ποιεῖν. 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ ⸋ὁ⸌ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων ⸂τε⸃ τῶν ὀφθαλμῶν αὐτοῦ, ⸂ 2οὐδένα⸃ ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸉ὁ κύριος ἐν ὁράματι,⸊ Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε. 11Ὁ δὲ κύριος πρὸς αὐτόν, ⸂Ἀναστὰς⸃ πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ⸉ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν⸊ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸂χεῖρα,⸃ ὅπως ἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ ⸆ Ἀνανίας, Κύριε, ⸂ἀκήκοα⸃ ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸉ἐποίησεν τοῖς ἁγίοις σου⸊ ἐν Ἱερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸉μοι ἐστὶν⸊ οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸂ἐθνῶν καὶ βασιλέων, υἱῶν τε⸃ Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸆ ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18Καὶ εὐθέως ἀπέπεσον ⸉ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ⸊ ⸂ὡσεὶ⸃ λεπίδες, ἀνέβλεψέν τε ⸆ καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ⸂ἐνίσχυσεν.⸃

Ἐγένετο δὲ ⸋ὁ Σαῦλος⸌ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν ⸂τὸν χριστόν,⸃ ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸂ἐν⸃ Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ⸂ 2ἐλήλυθεν⸃ ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν ⸋τοὺς⸌ Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.

23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂Παρετήρουν⸃ ⸂ 2τε⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν· 25λαβόντες δὲ ⸋αὐτὸν⸌ οἱ μαθηταὶ ⸆ νυκτός, ⸂καθῆκαν διὰ τοῦ τείχους,⸃ χαλάσαντες ἐν σπυρίδι.

26Παραγενόμενος δὲ ⸋ὁ Σαῦλος⸌ ⸂ἐν⸃ Ἱερουσαλήμ, ⸂ 2ἐπειρᾶτο⸃ κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸂τοῦ Ἰησοῦ.⸃ 28Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος ⸆ ⸂εἰς⸃ Ἱερουσαλήμ, ⸋καὶ⸌ παρρησιαζόμενος ἐν τῷ ὀνόματι ⸂ 2τοῦ κυρίου Ἰησοῦ,⸃ 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸉αὐτὸν ἀνελεῖν.⸊ 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν ⸋αὐτὸν⸌ εἰς Ταρσόν. 31⸂Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.⸃

32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸉Αἰνέαν ὀνόματι,⸊ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸂κραββάτῳ,⸃ ὃς ἦν παραλελυμένος. 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε ⸂Ἰησοῦς ὁ χριστός·⸃ ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.

36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸉ἀγαθῶν ἔργων⸊ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂αὐτὴν ἔθηκαν⸃ ἐν ⸆ ὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν ⸆ πρὸς αὐτόν, παρακαλοῦντες μὴ ⸂ὀκνῆσαι⸃ διελθεῖν ἕως ⸂ 2αὐτῶν.⸃ 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸆ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν. 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης ⸋τῆς⸌ Ἰόππης, καὶ ⸉πολλοὶ ἐπίστευσαν⸊ ἐπὶ τὸν κύριον. 43Ἐγένετο δὲ ⸂ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν⸃ ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La conversión de Saulo y el ministerio de Pedro

  • Al perseguidor de este capítulo se le llama Saulo, un hombre de Tarso. Saulo era el nombre que recibió en la circuncisión, su nombre hebreo en casa; el nombre Pablo probablemente también se le dio en la infancia, para usarlo en el mundo gentil. Tarso, capital de Cilicia, provincia romana en el sureste de Asia Menor, estaba a orillas del río Cidno, navegable hasta allí, se distinguía por la riqueza de su comercio con las tierras del Mediterráneo y con el centro de Asia Menor, y era sede de una famosa universidad, cuyas escuelas se describen como rivales de las de Atenas y Alejandría.Fuentes: Paul · Tarsus · el propio texto bíblico
  • Damasco, la ciudad a la que Saulo se acercaba con cartas del sumo sacerdote para llevar a Jerusalén, como prisioneros, a hombres y mujeres del Camino, se describe como la más antigua de las ciudades de Oriente y la capital de Siria, a unas 133 millas al norte de Jerusalén. Ananías fue enviado a la casa de Judas, un judío de Damasco, en la calle llamada Derecha, una calle larga y ancha que corría de este a oeste por cerca de una milla y formaba la vía principal de la ciudad, distinta de las calles estrechas e irregulares habituales en las ciudades de Oriente. Esa calle se identifica con la calle de los bazares, donde se ha señalado una llamada casa de Judas.Fuentes: Damascus · Straight Gate · Judas (Jew of Damascus) · el propio texto bíblico
  • Lida, donde Pedro encontró a Eneas, paralítico y encamado desde hacía ocho años, estaba a unas nueve millas al este de Jope, en el camino de ese puerto a Jerusalén. Jope estaba sobre un promontorio arenoso, a unas treinta millas al noroeste de Jerusalén, y era el principal puerto marítimo de Judea. Allí la discípula Tabita también se llama Dorcas, nombre griego que significa gacela; era conocida por obras de bondad y caridad, y las viudas le mostraron a Pedro las túnicas y las demás ropas que ella había hecho.Fuentes: Lydda · Joppa · Dorcas · el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Damascus · 33.511, 36.306 · versículos 2, 3, 8, 10, 19, 22, 27
  • Jerusalem · 31.777, 35.234 · versículos 2, 13, 21, 26, 28
  • Straight Street · 33.509, 36.311 · versículo 11
  • Tarsus · 36.913, 34.892 · versículos 11, 30
  • Caesarea · Hoy: Caesarea Maritima · 32.500, 34.892 · versículo 30
  • Galilee · 32.760, 35.527 · versículo 31
  • Judea · Hoy: Judea 1 · 31.777, 35.234 · versículo 31
  • Samaria · Hoy: Samaria 2 · 32.276, 35.195 · versículo 31
  • Lod · 31.950, 34.900 · versículos 32, 35, 38
  • Sharon · Hoy: Sharon Plain · 32.400, 34.883 · versículo 35
  • Joppa · Hoy: Jaffa · 32.054, 34.753 · versículos 36, 38, 42, 43

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.