Nations Bible

Hechos 23

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; 5Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, ⸆ Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν ⸉Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊ ⸂ἔκραξεν⸃ ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸂ 2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸋ἐγὼ⸌ κρίνομαι. 7Τοῦτο δὲ αὐτοῦ ⸂λαλήσαντος,⸃ ἐγένετο στάσις τῶν Φαρισαίων, ⸆ καὶ ἐσχίσθη τὸ πλῆθος. 8Σαδδουκαῖοι ⸋μὲν⸌ γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, ⸂μηδὲ ἄγγελον, μήτε πνεῦμα·⸃ Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες ⸂οἱ γραμματεῖς⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, ⸋μὴ θεομαχῶμεν.⸌ 10Πολλῆς δὲ ⸂γενομένης⸃ στάσεως, ⸂ 2εὐλαβηθεὶς⸃ ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα ⸂ 3καταβῆναι καὶ ἁρπάσαι⸃ αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸋τε⸌ εἰς τὴν παρεμβολήν.

11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει ⸋Παῦλε·⸌ ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

12Γενομένης δὲ ἡμέρας, ποιήσαντές ⸂τινες τῶν Ἰουδαίων συστροφήν,⸃ ἀνεθεμάτισαν ἑαυτούς, ⸋λέγοντες⸌ μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ⸂ 2ἀποκτείνωσιν⸃ τὸν Παῦλον. 13Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸂πεποιηκότες·⸃ 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως ⸋αὔριον⸌ ⸉αὐτὸν καταγάγῃ⸊ ⸂πρὸς⸃ ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὸ ἔνεδρον,⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ. 17Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ⸂ἀπάγαγε⸃ πρὸς τὸν χιλίαρχον· ἔχει γάρ ⸉τι ἀπαγγεῖλαι⸊ αὐτῷ. 18Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸂νεανίαν⸃ ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον ⸉εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,⸊ ὡς ⸂μέλλοντά⸃ τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ⸉ἕτοιμοί εἰσιν⸊ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν ⸂νεανίαν,⸃ παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός ⸂ 2με.⸃ 23Καὶ προσκαλεσάμενος ⸉δύο τινὰς⸊ τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα· 25γράψας ἐπιστολὴν ⸂περιέχουσαν⸃ τὸν τύπον τοῦτον·

26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην ⸋αὐτόν,⸌ μαθὼν ὅτι Ῥωμαῖός ἐστιν. 28Βουλόμενος ⸂δὲ⸃ ⸂ 2γνῶναι⸃ τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον ⸋αὐτὸν⸌ εἰς τὸ συνέδριον αὐτῶν· 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸆ ἄξιον θανάτου ἢ δεσμῶν ⸉ἔγκλημα ἔχοντα.⸊ 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ⸋μέλλειν⸌ ἔσεσθαι ⸋ 2ὑπὸ τῶν Ἰουδαίων,⸌ ⸂ἐξαυτῆς⸃ ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν ⸋ 3τὰ⸌ πρὸς αὐτὸν ἐπὶ σοῦ. ⸋ 4Ἔρρωσο.⸌

31Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ ⸋τῆς⸌ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸂πορεύεσθαι⸃ σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34Ἀναγνοὺς δὲ ⸋ὁ ἡγεμών,⸌ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. ⸂Ἐκέλευσέν τε αὐτὸν ἐν τῷ πραιτωρίῳ ⸆ Ἡρῴδου φυλάσσεσθαι.⸃

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Pablo ante el Sanedrín y el camino a Cesarea

  • Ananías era el sumo sacerdote ante quien Pablo fue llevado mientras Félix era procurador. Después de que Pablo dijo que se había conducido delante de Dios con toda buena conciencia, Ananías ordenó a los que estaban cerca que lo golpearan en la boca; Pablo lo llamó pared blanqueada y, cuando protestaron que había insultado al sumo sacerdote de Dios, respondió que no sabía que Ananías ocupaba ese cargo. El Easton's Bible Dictionary (1897) señala que esta respuesta ha ocasionado cierta dificultad.Fuentes: Ananias (High Priest) · el propio texto bíblico
  • Más de cuarenta hombres se comprometieron bajo juramento a no comer ni beber hasta haber matado a Pablo, y los soldados lo llevaron de noche desde Jerusalén hasta Antípatris. Antípatris, construida por Herodes el Grande y nombrada en honor de su padre Antipater, estaba en el gran camino romano de Cesarea a Jerusalén, a unas veintiocho millas de Cesarea. Cesarea, en la costa del Mediterráneo, a unas setenta millas al noroeste de Jerusalén, era la capital de la provincia romana de Judea y la sede de los procuradores.Fuentes: el propio texto bíblico · Antipatris · Caesarea
  • Claudio Lisias, descrito por el Easton's Bible Dictionary como un griego que había comprado la ciudadanía romana y había tomado el nombre de Claudio, escribió al gobernador Félix que los cargos se referían a cuestiones de la ley judía y que no había ningún cargo digno de muerte o prisión. Félix, el procurador romano de Judea, preguntó de qué provincia era Pablo; al saber que era de Cilicia, donde Tarso, la ciudad natal de Pablo, era una de las ciudades principales, ordenó que Pablo fuera custodiado en el pretorio de Herodes hasta que llegaran los acusadores.Fuentes: Claudius Lysias · Felix · Cilicia · el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Jerusalem · 31.777, 35.234 · versículo 11
  • Rome · 41.892, 12.485 · versículo 11
  • Caesarea · Hoy: Caesarea Maritima · 32.500, 34.892 · versículos 23, 32, 33
  • Aphek · Hoy: Tell Ras el Ain · 32.105, 34.930 · versículo 31
  • Cilicia · 36.913, 34.892 · versículo 34

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.