2 Tesalonicenses 2
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, 2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, ⸂μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς⸃ ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα ⸂ 2τοῦ χριστοῦ·⸃ 3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸂ἁμαρτίας,⸃ ὁ υἱὸς τῆς ἀπωλείας, 4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ ⸋ὡς θεὸν⸌ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. 5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; 6Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸂ἑαυτοῦ⸃ καιρῷ. 7Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, 8καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ⸂ὁ κύριος⸃ ⸂ 2ἀναλώσει⸃ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9οὗ ἐστὶν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, 10καὶ ἐν πάσῃ ἀπάτῃ ⸋τῆς⸌ ἀδικίας ⸋ 2ἐν⸌ τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11Καὶ διὰ τοῦτο ⸂πέμψει⸃ αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· 12ἵνα κριθῶσιν ⸂πάντες⸃ οἱ μὴ πιστεύσαντες ⸂ 2τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.⸃
13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς ⸂ἀπ᾽ ἀρχῆς⸃ εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· 14εἰς ὃ ⸆ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 15Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
16Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, ⸂καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν⸃ ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ⸋ὑμᾶς⸌ ἐν παντὶ ⸉λόγῳ καὶ ἔργῳ⸊ ἀγαθῷ.

¿Sabías que…?
El Día del Señor todavía no ha llegado
- El capítulo pide a los lectores que no se alarmen fácilmente por un espíritu, un mensaje o una carta que solo parezca venir de los autores y afirme que el Día del Señor ya ha llegado. Dice que ese día no vendrá hasta que ocurra la rebelión y sea revelado el hombre de iniquidad.Fuentes: el propio texto bíblico
- Llamado también hijo de perdición, es descrito como quien se exalta sobre todo supuesto dios, se sienta en el templo de Dios y se proclama Dios. El pasaje habla de lo que ahora lo detiene y de quien lo detiene, pero no da nombre a esa restricción.Fuentes: el propio texto bíblico
- La venida del inicuo va acompañada de la acción de Satanás, con toda clase de poder, señales y falsos prodigios. Satanás significa adversario o acusador; en el Nuevo Testamento el nombre se usa de manera intercambiable con Diabolos, el diablo, más de treinta veces.Fuentes: el propio texto bíblico · Satan
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org