2 Pedro 2
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. 2Καὶ ⸂πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς⸃ ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. 3Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ⸂νυστάξει.⸃ 4Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν ⸂τηρουμένους·⸃ 5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· 6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας ⸋καταστροφῇ⸌ κατέκρινεν, ὑπόδειγμα μελλόντων ⸂ἀσεβεῖν⸃ τεθεικώς· 7καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο· 8βλέμματι γὰρ καὶ ἀκοῇ ⸋ὁ⸌ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· 9οἶδεν κύριος εὐσεβεῖς ἐκ ⸂πειρασμοῦ⸃ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες· 11ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾽ αὐτῶν ⸂παρὰ κυρίῳ⸃ βλάσφημον κρίσιν. 12Οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸉φυσικὰ γεγενημένα⸊ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν ⸂καταφθαρήσονται,⸃ 13⸂κομιούμενοι⸃ μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ⸂ 2ἀπάταις⸃ αὐτῶν συνευωχούμενοι ὑμῖν, 14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην ⸂πλεονεξίας⸃ ἔχοντες, κατάρας τέκνα· 15καταλιπόντες ⸆ εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, ⸆ ⸂νεφέλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους ⸂ 2εἰς αἰῶνα⸃ τετήρηται. 18Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ⸂ἀσελγείαις,⸃ τοὺς ⸂ 2ὄντως⸃ ⸂ 3ἀποφυγόντας⸃ τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸋καὶ⸌ δεδούλωται. 20Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει ⸂τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ,⸃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ⸂ἐπιστρέψαι⸃ ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22Συμβέβηκεν ⸋δὲ⸌ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς ⸂κύλισμα⸃ βορβόρου.

¿Sabías que…?
Falsos maestros y juicios del pasado
- 2 Pedro señala a Sodoma y Gomorra, reducidas a cenizas, como ejemplo de lo que vendrá sobre los impíos. El Diccionario Bíblico de Easton (1897) describe Sodoma como una ciudad amurallada en el valle de Sidim, destruida por fuego del cielo, y Gomorra como una de las cinco ciudades de esa llanura, siempre nombrada justo después de Sodoma. Dice que esas ciudades probablemente estaban juntas, cerca del extremo norte de lo que hoy es el Mar Muerto, y que no se ha hallado rastro de Sodoma ni de las otras ciudades de la llanura.Fuentes: el propio texto bíblico · Sodom · Gomorrah
- El capítulo dice que estos falsos maestros dejaron el camino recto para seguir a Balaam, hijo de Beor, que amó el salario de la maldad y fue reprendido por una asna, de otro modo sin habla, que habló con voz humana. El Diccionario Bíblico de Easton describe a Balaam como un hombre de cierto rango entre los madianitas, que vivía en Petor, en Mesopotamia; aunque habitaba entre idólatras, tenía algún conocimiento del verdadero Dios, y Balac lo mandó llamar para maldecir a Israel. El mismo diccionario señala que Beor, padre de Balaam, es llamado Bosor en 2 Pedro 2:15.Fuentes: el propio texto bíblico · Balaam · Beor
- 2 Pedro llama a Noé un predicador de la justicia y dice que fue preservado entre ocho personas cuando el diluvio vino sobre los impíos del mundo antiguo. El Diccionario Bíblico de Easton lo identifica como hijo de Lamec y nieto de Matusalén, y lo describe como un vínculo entre el mundo antiguo y el nuevo y como el segundo gran progenitor de la familia humana. Registra que vivió quinientos años antes de que nacieran sus tres hijos, Sem, Cam y Jafet.Fuentes: el propio texto bíblico · Noah
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org